308
ὁ Θεὸς Ἰσραὴλ πρὸς μέ· Λάβε τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου ἐκ χειρός μου, καὶ ποτιεῖς αὐτὸ πάντα τὰ ἔθνη, πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτούς. Καὶ πίονται καὶ ἐξεμοῦνται, καὶ ἐκμανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀναμέσον αὐτῶν. Καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς Κυρίου, καὶ ἐπότισα πάντα τὰ ἔθνη πρὸς ἃ ἀπέστειλέ με Κύριος ἐπ' αὐτὰ, τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, καὶ βασιλεῖς αὐτοῦ καὶ ἄρχοντας αὐτοῦ, τοῦ θεῖναι αὐτοὺς εἰς ἐρήμωσιν, καὶ εἰς ἄβατον καὶ εἰς συριγμόν· καὶ τὸν Φαραὼ βασιλέα Αἰγύπτου καὶ τοὺς παῖδας αὐτοῦ, καὶ τοὺς μεγιστᾶνας αὐτοῦ· καὶ ἑξῆς φησι· Καὶ πάντας τοὺς βασιλεῖς τῆς γῆς τῶν ἀλλοφύλων, τὴν Ἀσκάλωνα, καὶ τὴν Γάζαν, καὶ τὴν Ἀκκάρων, καὶ τὴν Ἰδουμαίαν, καὶ τὴν Μωαβῖτιν, καὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ πάντας βασιλεῖς Τύρου, πάντας βασιλεῖς Σιδῶνος, καὶ πάντας βασιλεῖς νήσου τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης. Μεθ' ἃ ἐπιλέγει οὕτως· Εἶπε Κύριος παντοκράτωρ ὁ Θεὸς Ἰσραήλ· Πίετε καὶ μεθύσθητε, καὶ ἐξεμέσετε, καὶ πεσεῖτε, καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀναμέσον ὑμῶν. Καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου, ὥστε πιεῖν, καὶ ἐρεῖς πρὸς αὐτούς. Οὕτως εἶπε Κύριος τῶν δυνάμεων· Πιόντες πίεσθε. ∆ι' ὧν διδάσκει ὁ λόγος δίκην ἰατροῦ τοῖς δεομένοις πικρᾶς ἀντιδότου τὸν Θεὸν ἐπάγειν τὰς κολάσεις, ὡς ἂν ἐμέσαιεν, καὶ ἀποκενώσειεν τὴν πλεονάσασαν ἐν αὐτοῖς κακίαν· καὶ πρώτην γε αὐτὴν τὴν Ἱερουσαλὴμ τοῦ λεχθέντος ποτοῦ πιεῖσθαι· εἶτα δὲ τὰ λοιπὰ ἔθνη, ὡς καὶ πάντων τῆς ὁμοίας τευξομένων καθάρσεως διὰ τῶν ἐπαχθησομένων αὐτοῖς τιμωριῶν. Καὶ τὸ παρὸν οὖν λόγιον καταλλήλως τῇ προφητικῇ διδασκαλίᾳ ποτήριον εἶναι διδάσκει ἐν χειρὶ Κυρίου, ἐν ᾧ τοὺς ἑκάστου καρποὺς συναγαγὼν, ὥσπερ ἄκρατον οἶνον ἐργάζεται. Εἶτ' ἐπιδίδωσι τὸ κατ' ἀξίαν πόμα ἀναλόγως ταῖς ἑκάστου πράξεσι κιρνῶν αὐτὸ κατὰ τὸν τοῦ δικαίου λόγον. Μὴ γὰρ τὰς φαύλας πράξεις μόνας ἑκάστου, ἀλλὰ καὶ τὰς ἀγαθὰς λογίζεσθαι, σταθμᾶσθαί τε ὥσπερ συμμετρίᾳ καὶ κατάλληλον τοῖς ἑκάστου ἔργοις ἀπεργάσασθαι τὸ κρᾶμα. Ὃ δὴ παρίστησι λέγον· Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· ὡς ἂν μία γένοιτο κρᾶσις τῶν τε ἑκάστου μοχθηρῶν πράξεων καὶ τῶν χρηστοτέρων. Ἀντὶ δὲ τοῦ, Ἐξέκλινεν ἐκ τούτου εἰς τοῦτο, ὁ Σύμμαχος, Ὥστε ἕλκειν ἀπ' αὐτοῦ, ἡρμήνευσε·τὴν δὲ τρύγα πιεῖσθαι πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς. Οὐκέτι γὰρ κρᾶμα, ἀλλὰ τὸ ἔσχατον καὶ θολερὸν τοῖς τὰ μεγάλα ἡμαρτηκόσιν ἀποκείσεσθαι. ∆ιὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Πλὴν τὰς τρυγίας ἐκστραγγιοῦσι πίνοντες οἱ φαῦλοι τῆς γῆς. Ἐγὼ δὲ ἀπαγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ. Τὰ μὲν προλεχθέντα πάντα εἶπα τοῖς παρανομοῦσι, καὶ διεστειλάμην ἅπασι μαρτυράμενος. Ἐγὼ δὲ ὁ ἀνωτέρω εἰπών· ∆ιηγήσομαι τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν· καὶ πάλιν φήσας· Ἐγὼ εὐθύτητας κρινῶ· καὶ αὖθις εἰπών· Ἐγὼ 23.876 ἐστερέωσα τοὺς στύλους αὐτῆς· μετὰ τὸ κηρῦξαι καὶ μαρτύρασθαι τὰ προλεχθέντα τοῖς ἁμαρτωλοῖς, καὶ μετὰ τὸ διδάξαι τὸν περὶ τῆς κρίσεως λόγον τοὺς πάντας, τί πράξω; Εἰς τὸν αἰῶνα ψαλῶ τῷ Θεῷ Ἰακώβ. Οἶδα γὰρ ἐμαυτοῦ πατέρα τὸν γενόμενον τοῦ θεοφιλοῦς Θεὸν, κἀκείνῳ ψαλῶ, κἀκείνῳ ἀπαγγελῶ τὰ ἐμαυτοῦ κατορθώματα. Εἶθ' οὕτω λαβὼν παρὰ τοῦ Πατρὸς τὴν τοῦ κρίνειν ἐξουσίαν, πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω· συγχωρήσας μὲν αὐτοῖς ἐπαίρεσθαι κατὰ καιρὸν καθ' ὃν ἔδει χρήσασθαι τῇ ἀνοχῇ, καὶ τῇ μακροθυμίᾳ καὶ τῇ χρηστότητι· πλὴν ἐπὶ τέλει τὰ κέρατα αὐτῶν κατεπαρθέντα τοῦ Θεοῦ συγκλάσω· ἀνάπαλιν δὲ τὰ τοῦ δικαίου κέρατα ὑψώσω, ἐπείπερ ἦν τεταπεινωμένα. Τότε δὲ ὑψωθήσεται, ἐπειδὰν συμβασιλεύῃ τῷ ἑαυτοῦ βασιλεῖ κατὰ τὸν Ἀπόστολον, ὅς φησιν· Ἀπαρχὴ γὰρ Χριστός· εἶτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἐξουσίαν καὶ