309
δύναμιν. Ὅτε καὶ πίονται οἱ δίκαιοι ποτήριον ζωῆς ἀθανάτου· ὅπερ αὐτοῖς ἐπήγγελται εἰπών· Ἕως ἂν πίω αὐτὸ καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΕΝ ΥΜΝΟΙΣ, ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ, Ω∆Η. ΟΕʹ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Τῶν ἐπ' ἀγαθὸν τέλος ἀναπεμπόντων καὶ ὁ παρὼν τυγχάνει ψαλμός. Συνᾴδει δὲ τῷ πρὸ αὐτοῦ, τοὺς περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγους περιέχων. Ὃ δὴ παρίστησι φάσκων ἑξῆς· Ἐκ τοῦ οὐρανοῦ ἠκόντισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Καὶ ἐν ἐκείνῳ μὲν ἐλέγετο τοῖς παρανομοῦσι· Μὴ ὑψοῦτε κέρας, καὶ μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν· ἐν δὲ τῷ μετὰ χεῖρας· Ἐταράχθησαν, φησὶν, οἱ ἀσύνετοι τῇ καρδίᾳ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου. Οὗτοι δὲ ἦσαν οἱ τὰ κέρατα ὑψοῦντες. Παιδεύει δὲ διὰ τῶν προκειμένων ὁ λόγος δόγμα βαθύτατον, ὡς ἂν εἰδείημεν τίς ποτέ ἐστιν ὁ ἀληθινὸς Ἰσραὴλ, καὶ τίς ἡ τούτου κατὰ τὸν ἀληθῆ λόγον χώρα ἡ ὀνομαζομένη Ἰουδαία· τίς τε ἡ ἀληθινὴ Ἱερουσαλὴμ, καὶ ὁποῖον τὸ τοῦ Θεοῦ οἰκητήριον. Ταῦτα τὸ προφητικὸν Πνεῦμα μεθ' ὑπερβαλλούσης σοφίας οἰκονομεῖ· ὁμοῦ καὶ τοῖς ταπεινώτερον καὶ Ἰουδαϊκώτερον ἀκροωμένοις θυμηδίαν παρέχον διὰ τῆς ὁμωνυμίας τῶν δηλουμένων, ὁμοῦ καὶ τοὺς θεωρητικοὺς παιδεύματα διδάσκον θείων δογμάτων. Ὁ μὲν οὖν Ἰουδαῖος, πλέον οὐδὲν ἢ σὰρξ καὶ αἷμα τυγχάνων, σαρκίνως καὶ σωματικῶς ἀκούσεται τῶν προκειμένων· κἄπειτα ἐπαρθήσεται, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν κατὰ τὸν ἱερὸν Ἀπόστολον. ∆ιὸ ἑαυτὸν μὲν εἶναι τὸν Ἰσραὴλ οἰήσεται, καὶ τὴν Ἰουδαίαν οὐδ' ἑτέραν εἶναι τῆς Παλαιστίνων χώρας, καὶ τὸν τόπον τοῦ Θεοῦ, τὴν ἐπὶ γῆς Ἱερουσαλήμ· ἐπειδήπερ ἡ Ἑβραϊκὴ λέξις περιέχει ἐν Σαλὴμ γε 23.877 γονέναι τὸν τόπον αὐτοῦ· καὶ οἱ λοιποὶ δὲ ἑρμηνευταὶ τοῦτον ἡρμήνευσαν τὸν τρόπον, ἐν Σαλὴμ ἐκδεδωκότες. Ὁ δὲ τοῖς θείοις δόγμασι μεμαθητευμένος, παιδευθεὶς, ὅτι οὐ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, οὐδὲ ὅσοι σπέρμα Ἀβραάμ εἰσι, πάντες τέκνα· οὐ γὰρ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα· ἔτι τε ἐπακούσας τοῦ αὐτοῦ Ἀποστόλου λέγοντος, Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ· καὶ πάλιν· Ἡμεῖς γάρ ἐσμεν ἐν περιτομῇ οἱ ἐν πνεύματι Θεοῦ λατρεύοντες, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες· ἔτι μὴν ἐπιστήσας τὸ, Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα, ὡς ἑτέρου ὄντος τοῦ μὴ κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα ἀληθινοῦ Ἰσραήλ· τούτοις μεμαθητευμένος, τὸν ἀληθινὸν Ἰσραὴλ ἐκδέξεται εἶναι τὸν ἐκ τοῦ πράγματος σημαινόμενον. Μεταλαμβάνεται γοῦν τοὔνομα εἰς τὸν ὁρῶντα τὸν Θεόν· τὸν διορατικὸν τοίνυν καὶ γνωστικὸν καὶ ἐπιστημονικὸν ἄνδρα μόνον εἶναι τὸν ἀληθινὸν Ἰσραὴλ ἀποφανεῖται· ὃν ἡ μετὰ χεῖρας παρίστησι λέξις φάσκουσα· Ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐλέγχει δὲ τὸν Ἰουδαῖον οὐκ ἄξιον ὄντα τῆς προσηγορίας τοῦ Ἰσραὴλ ὁ προφητικὸς λόγος ἀποτεινόμενος πρὸς αὐτοὺς καὶ λέγων· Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν· καὶ, Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας. Ὥσπερ οὖν ὁ φάσκων περὶ τῶν ἐθνῶν· ∆ιότι ἀπ' ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομα αὐτοῦ ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· καὶ πάλιν· ∆ιότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, σαφῶς παρίστησι δύνασθαι τὰ ἔθνη εἶναι