310
τὸν Ἰσραὴλ, εἴπερ ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Καὶ πρὸς μὲν Ἰουδαίους ἐλέγετο· Ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ, δῆλον δ' ὅτι τὸ ὄνομα τοῦ Θεοῦ. Καὶ αὖθις εἴρηται πρὸς αὐτούς· ∆ι' ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ τοίνυν ἡ μετὰ χεῖρας Γραφὴ διδάσκει ἐκεῖνον εἶναι τὸν Ἰσραὴλ, παρ' ᾧ τὸ τοῦ Θεοῦ δοξάζεται ὄνομα, ἐκ τῶν εἰρημένων γένοιτ' ἂν κατάδηλος ὁ ὀφείλων λέγεσθαι κυρίως Ἰσραήλ. Ἀναλόγως δὲ τούτῳ νοήσεις καὶ τὴν Ἰουδαίαν· ἔνθα γάρ ἐστιν ἡ γνῶσις τοῦ Θεοῦ, αὕτη ἐστὶν ἡ Ἰουδαία. Τοῦτο γοῦν ἡ Γραφὴ παρίστησι λέγουσα· Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός. Εἰ δὲ μὴ τὸ πρᾶγμα ἐπὶ τῆς Ἰουδαίας, λέγω δὲ τῆς Παλαιστίνων χώρας εὑρίσκοιτο, πλείστης οὔσης εἰδωλολατρείας ἐν αὐτῇ γενομένης, αὐτῶν Ἰουδαίων τὸ παλαιὸν εἰδωλολατρευόντων ἐν αὐτῇ, ὡς τοὺς προφήτας ἀπελέγχειν αὐτοὺς καὶ λέγειν· Κατὰ γὰρ τὸν ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ἰούδα, καὶ κατὰ ἀριθμὸν ἀμφόδων Ἱερουσαλὴμ ἔθυον τῇ Βαάλ· πῶς δυνατὸν ταύτην εἶναι λέγεσθαι τὴν τὸ γνωστὸν τοῦ Θεοῦ κεκτημένην Ἰουδαίαν; ∆ιὰ τί δὲ 23.880 οὐκ ἂν εἴποις τὴν Αἰγυπτίων χώραν ἀξίαν τῆς προσηγορίας, περὶ ἧς εἴρηται· Καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου· καὶ αὖθις· Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις; Εἰ γὰρ παρ' οἷς γνωστός ἐστιν ὁ Θεὸς παρὰ τούτοις καὶ ἡ Ἰουδαία τυγχάνει, τί τὸ κωλῦον μὴ πάντας τοὺς τὴν γνῶσιν ἀνειληφότας τοῦ Θεοῦ ἐν τῇ Ἰουδαίᾳ εἶναι λέγεσθαι; Τούτοις οὖν ἀναλόγως καὶ ἡ καθ' ὅλης τῆς οἰκουμένης Ἐκκλησία Θεοῦ, ἐν ᾗ ὁ ἐπὶ πάντων Θεὸς γνωστὸς ὢν τυγχάνει, Ἰουδαία τε εὐλόγως ἂν ῥηθείη. Οὐκ ἂν δὲ ἁμάρτοις Ἰουδαίαν εἶναι λέγων πᾶσαν τὴν θεόπνευστον καὶ Ἰουδαϊκὴν Γραφὴν, κτῆμα οὖσαν καὶ ὡς περίχωρον τοῦ ἀληθινοῦ Ἰσραὴλ, διὰ τὸ τὴν γνῶσιν τοῦ Θεοῦ ἐν αὐτῇ περιέχεσθαι. Οὕτω μὲν οὖν ἡ ἀληθινὴ Ἰουδαία καὶ ὁ ἀληθινὸς Ἰσραὴλ νοηθήσεται κατὰ τὸν ὅμοιον τρόπον. Νοήσεις δὲ ὅπως ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Εἰ μὲν γὰρ ὁ παρὰ Ἰουδαίοις τιμώμενος τόπος ἀπόρθητος καὶ ἀπολέμητος πεφύλακτο, λόγον εἶχε συγχωρεῖν Ἰουδαίων παισὶν αὐτὸν εἶναι νομίζειν τὸν ὑπὸ τῶν Γραφῶν δηλούμενον· εἰ δ' οὗτος μὲν ἐκ βάθρων ἀνῆρται ἁλοὺς πολλάκις ὑπὸ πολεμίων, ἐν εἰρήνῃ δὲ λέγεται ὑπάρχειν ὁ τόπος αὐτοῦ· οὐκ ἂν δύναιτο ἀληθεῖ λόγῳ νομίζεσθαι τόπος εἶναι τοῦ Θεοῦ ὁ πολλάκις ὑπὸ πολεμίων ἁλούς. ∆ιὸ οὐδὲ ὠνόμασε νῦν, ἐπὶ τὴν Ἱερουσαλὴμ, ὡς ἂν μή τις ἐκπέσοι ἐπὶ τὴν Ἰουδαϊκὴν πόλιν· ἀντὶ δὲ ταύτης τὴν διάνοιαν τοῦ πράγματος παρέστησεν εἰπών· Ἐγενήθη ἐν Σαλὴμ ὁ τόπος αὐτοῦ. Σαλὴμ δὲ ἑρμηνεύεται εἰρήνη· διὸ παρὰ τοῖς Ἑβδομήκοντα εἴρηται· Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. Εἰ μὲν οὖν καὶ ἐπὶ γῆς εὑρίσκοιντο ψυχαὶ παντὸς ἠλευθερωμέναι πολέμου ἐν εὐσταθείᾳ καὶ ἀταραξίᾳ καὶ γαλήνῃ διάγουσαι, εἰκότως ἂν λεχθεῖεν καὶ αὗται τόπος τοῦ Θεοῦ, ὡς ἂν χωρητικαὶ οὖσαι θείου Πνεύματος. ∆ιὸ περὶ τῶν τοιούτων εἴρηται τὸ, Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Εἰ δὲ σπανίως μὲν εὑρίσκοιντο ἐπὶ γῆς τοιοῦτοι, ἐν δὲ τῇ κατ' οὐρανὸν χρηματιζούσῃ Θεοῦ πόλει πληθύει τὸ τοῦ Θεοῦ οἰκητήριον, ἐν ἀγγέλοις, καὶ ἀρχαγγέλοις, καὶ θείαις δυνάμεσι, καὶ πνεύμασιν ἁγίοις· εἰκότως τὸν τόπον τοῦ Θεοῦ παρ' ἐκείνοις εἴποι ἄν τις, κἀκείνην εἶναι τὴν εἰρήνην ἀληθῶς Σαλὴμ ἐνταῦθα κατὰ τὴν Ἑβραϊκὴν φωνὴν ὠνομασμένην. ∆ιὸ καὶ ὁ Ἀπόστολος ταύτην εἰδὼς ἔλεγεν· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Σαλὴμ μὲν γὰρ ἑρμηνεύεται εἰρήνη, Ἱερουσαλὴμ δὲ ὅρασις εἰρήνης· ἧς τὸ ἐφέστιον ἐν ταῖς κατ' οὐρανὸν θείαις τυγχάνει δυνάμεσιν· ἐν αἷς ὁ Θεὸς αὐτὸς ἐμπεριπατεῖ, χωρητικαῖς οὔσαις τῆς αὐτοῦ θεότητος. Ἑξῆς τούτοις λέγεται· Καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Εἶτα συνάπτει φάσκων ὁ λόγος· Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον. Καὶ ἐνταῦθα πάλιν εἰ μὲν ἐπὶ τῆς