311
αἰσθητῆς καὶ ἐπιγείου Σιὼν ταῦτα πέπρακτο, οὐδὲ ἔδει φθονεῖν Ἰουδαίοις οὕτως ἐκδέχεσθαι βουλομένοις· εἰ δὲ πᾶν τοὐναντίον ἐξ αὐτῶν ὁρᾶται τῶν πραγμάτων, διὰ τὸ ἠρημῶσθαι τὴν Σιὼν ἐκ τῆς τῶν πολεμίων πολιορκίας, ἀνάγκη τῇ ἀποδοθείσῃ εἰρήνῃ καταλλήλως καὶ τὴν Σιὼν ἐκλαμβάνειν, ἤτοι τὴν 23.881 Ἐκκλησίαν τοῦ Θεοῦ, ἢ τὴν ἐπουράνιον, ἣν ὁ θεῖος Ἀπόστολος παρίστη λέγων· Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ἐνταῦθα γὰρ μηδεμιᾶς ἁμαρτίας ἐνεργούσης, μηδέ τινος ὑφεστῶτος ψυχῶν πολεμίου, συντέτριπται τὰ κράτη τῶν τόξων, ἀνῄρηταί τε ὅπλον καὶ ῥομφαία· ὡς λέγεσθαι περὶ τῶν καταξιουμένων τῆς ἐκεῖ διατριβῆς· Ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, ἐταράχθησαν οἱ ἀσύνετοι τῇ καρδίᾳ. Σφόδρα ἀκολούθως, μετὰ τὸ παραστῆσαι τὸν τόπον τοῦ Θεοῦ, διδάσκει, ὅτι ἀποκέκλεισται εἴσω τοῦ τόπου αὐτοῦ τὰ ἀγαθά· ἀκτῖνας δ' ὥσπερ ἐκπέμπει καὶ ἐπὶ τοὺς ποῤῥωτάτω. ∆ιό φησι· Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Τίνα δὲ ἦν τὰ αἰώνια ὄρη, ἀλλ' ἢ Σιὼν καὶ ἡ Σαλὴμ, τὰ διὰ τῶν ἔμπροσθεν ἀποδοθέντα; Ἄνωθεν γοῦν ἀπὸ τῶν οὐρανίων ὑψωμάτων, ὥσπερ ἐκ τινῶν αἰωνίων ὀρῶν, τὰς αὐγὰς τῶν τῆς θεότητος αὐτοῦ μαρμαρυγῶν, καὶ μέχρι τῶν ἐπὶ γῆς ἐκπέμπων, φωτίζει τὰς τῶν ἀξίων ψυχὰς, καταλάμπων αὐτὰς τῷ ἁγίῳ αὐτοῦ Πνεύματι· ταύτας μὲν οὖν φωτίζει· τοὺς δὲ ἀναξίους τῶν φώτων αὐτοῦ προνοίᾳ τῆς δικαιοκρισίας αὐτοῦ μετερχόμενος θορυβεῖ. ∆ιὸ ἐπιλέγει· Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ. Ἀσύνετοι γὰρ ἀληθῶς ὄντες τῇ καρδίᾳ, ἢ κατὰ τὸν Σύμμαχον, ὑπερήφανοι τὴν καρδίαν, οὐ παρεδέξαντο τοῦ φωτὸς τοῦ Θεοῦ τὰς μαρμαρυγὰς, διὸ ἐταράχθησαν. Οἱ δ' αὐτοὶ, καὶ ὑπνώσαντες τὸν ὕπνον αὐτῶν, οὐχ εὗρον οὐδὲν ἐν ταῖς χερσὶν αὐτῶν, ἄνδρες ὄντες πλούτου. Πρὸς βραχὺ γὰρ ὀνειρώξαντες τῇ τοῦ θνητοῦ βίου φαντασίᾳ, καὶ μέγα φρονήσαντες ἐπὶ πλούτῳ, ἐνόμιζόν τινες εἶναι, κατεντρυφῶντες ταῖς ἀπὸ τοῦ πλούτου ποριζομέναις αὐτοῖς ἡδυπαθείαις· ὡς δὲ τοῦ ὕπνου διεγρηγόρησαν, μεταστάντες τοῦ παρόντος βίου, εὗρον ἑαυτοὺς οὐκ ἔχοντας οὐδὲν, οὐδέ τι ταῖς χερσὶ κρατοῦντας. ∆ιὸ λέλεκταί που· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. Ἔνθεν εἰκότως οἱ ἀληθῶς ἀσύνετοι τῇ καρδίᾳ ἐταράχθησαν ἀπὸ ἐπιτιμήσεως τοῦ Θεοῦ Ἰακώβ· ἢ κατὰ τὸν Σύμμαχον, ἀπὸ ἐμβριμήσεως· τὸ τηνικαῦτα γὰρ ὑπὸ ἀπόφασιν γενόμενοι τῆς τοῦ Θεοῦ δικαιοκρισίας, ταραχθήσονται εἰκότως, ἐπειδήπερ ἐνύσταξαν ἐπιβεβηκότες τοῖς ἑαυτῶν ἵπποις, δηλαδὴ τοῖς ἀκολάστοις σώμασι· δέον ἐγρηγορέναι καὶ νήφειν, μνημονεύοντας θείου προστάγματος λέγοντες· Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν. Οἱ δὲ ἐνύσταζον καὶ ὕπνωσαν ὕπνον αὐτῶν, ὀνείροις καὶ φαντάσμασιν ἐκδοθέντες, ἵπποις τε θηλυμανέσι τοῖς αὐτῶν σώμασι χρησάμενοι. Οὗτοι τοιγαροῦν πάντες οἱ ποτὲ μὲν λεγόμενοι ἀσύνετοι τῇ καρδίᾳ, ποτὲ δὲ ἄνδρες τοῦ πλούτου, νυνὶ δὲ ἐπιβεβηκότες τοὺς ἵππους, τέως μὲν κατὰ τὴν θνητὴν ζωὴν ἐνύσταξαν, ἢ κατὰ τὸν Σύμμαχον, ἐκαρώθη 23.884 σαν, κάρῳ καὶ μέθῃ ψυχῆς περιενεχθέντες· εἶτα δὲ ὕπνωσαν ὕπνον αὐτῶν, φαντασίαις ματαίαις ἐκδοθέντες· καὶ τέλος διυπνισθέντες, ἐταράχθησαν ἀπὸ ἐπιτιμήσεως τοῦ Θεοῦ Ἰακώβ. Οὗτος δὲ ἦν ὁ ἡμέτερος Σωτὴρ, ὁ τοῦ Θεοῦ Λόγος, ὁ τῷ Ἰακὼβ ἀναγεγραμμένος ὦφθαι Θεὸς, ὁ τὴν κατὰ πάντων κρίσιν παρὰ τοῦ Πατρὸς ἀναδεδεγμένος. Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; ἀπὸ τότε ἡ ὀργή σου. Τοῖς μὴ βουληθεῖσι τοῦ θείου φωτὸς τὰς αὐγὰς παραδέξασθαι φοβερὸς εἶναι λέγεται. ∆ιὸ ἀνωτέρω μὲν αὐτῷ προσεφώνει τῷ Θεῷ λέγων Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων· νυνὶ δὲ τῷ αὐτῷ, Σὺ φοβερὸς εἶ, καὶ