312
τίς ἀντιστήσεταί σοι; Οὐκοῦν ὁ αὐτὸς καὶ φωτὸς πάροχος, καὶ φοβερὸς τυγχάνει· τοῖς μὲν δεξιοῖς φωτὸς χορηγὸς, τοῖς δὲ ἀριστεροῖς φοβερὸς, οἷς δὴ καὶ φήσει· Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἶθ' ἑξῆς ἐπιφέρει· Ἀπὸ τότε ἡ ὀργή σου. Ἀπὸ τότε δὲ, πότε, ἀλλ' ἢ ἀφ' οὗ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους, καὶ ὕπνωσαν ὕπνον αὐτῶν οἱ ἀσύνετοι τῇ καρδίᾳ; Ἐξ ἐκείνου γὰρ αὐτοὶ ἑαυτοῖς ἐθησαύρισαν ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· ὡς λέγεσθαι πρὸς αὐτούς· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Ἕκαστος γὰρ καθ' ὃν καιρὸν ἁμαρτάνει, ἀπὸ τότε ὀργὴν ἑαυτῷ θησαυρίζει· ὀργῆς νοουμένης τῆς τοῖς πλημμελοῦσι τεταμιευμένης τιμωρίας. Ἑξῆς δὲ εἴρηται· Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν. Πρόσχες δὲ ἐπιμελῶς, ὡς οὐκ εἴρηται, ἐποίησας, ἀλλ' ἠκούτισας. Πρὶν γὰρ ἐπιβῆναι τὸν τῆς κρίσεως καιρὸν τοῖς πρὸ τῆς κρίσεως τὸν θνητὸν βίον διανύουσι, τοὺς περὶ τῆς κρίσεως λόγους ἀκουσθῆναι ἐποίησε διὰ τῶν θείων ἀναγνωσμάτων. Ἀλλὰ νῦν μὲν ἐκ τοῦ οὐρανοῦ ἀκουστὴν ἐποίησε τὴν μέλλουσαν κρίσιν· ἐπιστάντος δὲ τοῦ καιροῦ τῆς τοῦ Θεοῦ δικαιοκρισίας, Γῆ, φησὶν, ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Σαφῶς δὲ παρίστησι διὰ τούτων ὁ λόγος τὸ αἴτιον τῆς κρίσεως· ὑπὲρ γὰρ τοῦ σῶσαι τοὺς πραεῖς τῆς γῆς. Περὶ γὰρ τῶν ἀσεβῶν εἴρηται· Οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων· ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Ἀναστάντος τοίνυν τοῦ Θεοῦ εἰς κρίσιν ὑπὲρ τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς, γῆ φοβηθήσεται καὶ ἡσυχάσει. Οἱ μὲν γὰρ πραεῖς τεύξονται τῆς σωτηρίας, οἱ δὲ τῇ ὀργῇ παραδοθήσονται· ἡ δὲ λοιπὴ γῆ καὶ οἱ τὴν μέσην εἰληφότες κατάστασιν παύσονται τῆς ταραχῆς τὸν θεῖον ἀνειληφότες φόβον. Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. Καὶ τοῦτό φησιν ἔσεσθαι ἐν τῷ ἀναστῆναι τὸν Θεὸν εἰς κρίσιν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Τί δὲ τοῦτο ἢ, ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι; Πᾶσα γὰρ γλῶσσα καὶ πᾶς λογισμὸς καὶ ἐνθύμησις ἀνθρώπων ἐξομολογήσεται τῷ Θεῷ κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε τὰ κρυπτὰ τῶν ἀνθρώπων φανερὰ γενήσεται. Καὶ ἐγκατάλειμμα δὲ, φησὶν, ἐνθυμίου ἑορτάσει σοι. Τί δ' ἂν γένοιτο ἐγκατάλειμμα ἐνθυμίου ἢ ὁ κεκαθαρμένος ἀπὸ πάσης πονηρᾶς ἐν 23.885 θυμήσεως λογισμός; ὅμοιος ὢν ἐκείνοις περὶ ὧν εἴρηται· Λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν. Οὕτω γοῦν αὐτὸς ἐγκατάλειμμα ἐνθυμίου ὠνόμασται· διὸ ἑορτάσει τότε, ἅτε δὴ κατὰ καιρὸν τὰς ἐπαγγελίας ἀπολαβὼν τῆς οὐρανίου βασιλείας. Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ τὰς εὐχὰς ὑμῶν, πάντες οἱ κύκλῳ αὐτοῦ· τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, τῷ φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Συντελέσας τὸν περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγον, παραινετικῶς λοιπὸν πᾶσιν ἡμῖν προστάττει εὔχεσθαι, καὶ ἀποδιδόναι Κυρίῳ τῷ Θεῷ ἡμῶν τὰς εὐχάς· ὡς ἔτι δὲ καιρός ἐστι κατὰ τὸν ἐνεστῶτα βίον, ἀναγκαίως τοῦτο ποιεῖν παραινεῖ. Εὐχὰς δὲ τὰς ἐπαγγελίας εἴωθεν ὀνομάζειν· διὸ λέλεκται· Ἐὰν εὔξῃ εὐχὴν, μὴ χρονίσῃς ἀποδοῦναι· ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Ἕκαστος τοίνυν τῶν ἡμῶν τὴν ἑαυτοῦ πρόθεσιν καὶ τὴν οἰκείαν ἐπαγγελίαν ὥσπερ εὐχὴν ἀποδιδότω, μεμνημένος τοῦ φήσαντος· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Νῦν μὲν οὖν, φησὶν, εὔξασθε καὶ ἀπόδοτε. Ἔσται γὰρ καιρὸς ἐν ᾧ πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα. Κατὰ γὰρ τὸν τῆς βασιλείας αὐτοῦ καιρὸν βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσάξουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσοίσουσι, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς. Τότε γοῦν καθημένῳ ἐπὶ θρόνου δόξης αὐτοῦ προσκυνήσουσι πάντες μετὰ δώρων· τουτέστι,