313
μεθ' ὧν ἐπιφέρεται ἕκαστος καρπῶν. ∆ιόπερ ὡς ἔτι καιρός ἐστιν, ἐντεῦθεν ἤδη παραινεῖ εὔξασθαι καὶ ἀποδιδόναι· ὡς ἂν, τοὺς ἑαυτῶν θησαυροὺς ταμιευσάμενοι, κατὰ καιρὸν αὐτῷ προσκομίσωμεν, ἄξιοι γενόμενοι τῶν κυκλούντων αὐτοῦ τὸν θρόνον. Πάντες γὰρ κύκλῳ αὐτοῦ προσοίσουσιν αὐτῷ δῶρα, φοβερῷ ὄντι τοῖς μὴ πλησιάζουσιν αὐτῷ, μηδὲ τὰ δῶρα προσφέρουσι. ∆ιὸ ἐπιλέγεται· Τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Τὸ γὰρ, Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐπὶ τοὺς υἱοὺς ἀνθρώπων, λεχθήσεται καὶ ἐπ' ἐκείνων τῶν ποτε μὲν ἀρχόντων καὶ ἡγουμένων χρηματισάντων, καὶ Πνεύματος ἁγίου καταξιωθέντων, οὐ μὴν ἀξίως βιωσάντων τῆς χάριτος· ἀφ' ὧν ἀφαιρεῖται τὸ πνεῦμα, ὅπως, στερηθέντες αὐτοῦ, τῇ προσηκούσῃ παραδοθῶσι τιμωρίᾳ. Κατὰ δὲ τὸν Σύμμαχον, Τῷ νομοδότῃ, ἀφαιροῦντι μὲν πνεῦμα ἡγεμόνων, φοβερῷ δὲ τοῖς βασιλεῦσι τῆς γῆς ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ Ι∆ΙΘΟΥΜ, ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ. Οʹ. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. Τῷ μὲν Ἀσὰφ εἴρηται ὁ ψαλμὸς, ἀνήνεκται δὲ εἰς πρόσωπον τοῦ Ἰδιθοὺμ, ὑπὲρ οὗ τὰ ἐμφερόμενα τῷ ψαλμῷ συνετάττετο. Ὅθεν ὁ Σύμμαχος, ∆ιὰ Ἰδιθοὺμ, ὁ δὲ Ἀκύλας, Ἐπὶ Ἰδιθοὺμ, ἡρμήνευσαν. Καὶ νῦν μὲν ὁ Ἀσὰφ, τοὺς μετὰ χεῖρας λόγους συντάξας, ὥσπερ διδάσκαλος μαθητῇ ἐμμελετᾷν τῷ Ἰδιθοὺμ παραδέδωκεν· ἢ ὥσπερ ἰατρὸς τῷ θεραπείας δεομένῳ σωτή 23.888 ριον φάρμακον ἐπὶ τὸ χρήσασθαι αὐτῷ καὶ ὠφελεῖσθαι τὸν θεραπευόμενον· ἐν δὲ τοῖς ἔμπροσθεν ὑπὲρ τοῦ αὐτοῦ ἀνδρὸς ὁ ∆αυῒδ ποτὲ μὲν ᾠδὴν, ποτὲ δὲ ψαλμὸν ἔγραφε. ∆ιὸ ἐν μὲν τῷ ληʹ ψαλμῷ ἐπεγέγραπτο, Εἰς τὸ τέλος ὑπὲρ Ἰδιθοὺμ, ᾠδὴ τῷ ∆αυΐδ. Ὅτι δὲ ὁ ἀνὴρ οὗτος συγχρονίσαι λέγεται τῷ ∆αυῒδ καὶ τῷ Ἀσὰφ, ἡ τῶν Παραλειπομένων παρίστησι Γραφὴ, ὡς ἐν τοῖς ἔμπροσθεν ἀπεδείξαμεν. Καί μοι δοκεῖ ὁ Ἰδιθοὺμ διδασκαλίας δεδεῆσθαι τοῦ περὶ Προνοίας λόγου, διὰ τὸ συνορᾷν ἐν τῷ τῶν ἀνθρώπων βίῳ πολλοὺς ἀθέους καὶ ἀσεβεῖς ἐπαιρομένους καὶ μεγαλαυχουμένους, πλούτῳ τε καὶ περιουσίᾳ ἐντρυφῶντας· δικαίους δὲ ἔμπαλιν ταπεινουμένους καὶ πρὸς τῶν ἀσεβῶν καταπονουμένους. Εἰκὸς γοῦν αὐτὸν ἐπὶ τούτοις ἀποδυσπετεῖν, καὶ λόγους τινὰς κεκινηκέναι πρός τε αὐτὸν τὸν ∆αυῒδ καὶ πρὸς τὸν Ἀσὰφ, ὁποίους ἐκίνουν καὶ ἕτεροι τῶν παλαιῶν, ὡς ὁ εἰπών· Ἱνατί ἀσεβεῖς εὐθηνοῦσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ, Ὁ σπόρος αὐτῶν κατὰ ψυχήν· τὰ δὲ παιδία αὐτῶν παίζοντα, ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν. Λέγει δὲ Κυρίῳ· Ἀπόστα ἀπ' ἐμοῦ· ὁδούς σου εἰδέναι οὐ βούλομαι. Τοιαῦτά τινα, ὡς εἰκὸς, ἐπαποροῦντι τῷ Ἰδιθοὺμ, οἷα διδάσκαλοι καὶ ἰατροὶ ποτὲ μὲν ὁ ∆αυῒδ, ποτὲ δὲ ὁ Ἀσὰφ, διδασκαλίας παρεῖχον τῆς τοιᾶσδε δόξης θεραπευτικάς. Ὅθεν ἐν μὲν τῷ ληʹ τοιάδε λέγειν αὐτὸν ἐδίδασκεν· Εἶπα· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. Ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου· ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα, καὶ τὰ τούτοις ἑξῆς· ἃ δὴ κατὰ τοὺς οἰκείους τόπους παραθέμενοι διεσαφήσαμεν. Ἐν δὲ τῷ ξαʹ πάλιν ὁ αὐτὸς λέγων τὸν αὐτὸν ἐδίδασκεν· Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ' αὐτοῦ γὰρ τὸ σωτήριόν μου. Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπιπλεῖον. Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον, φονεύετε πάντες ὑμεῖς; Καὶ ταῦτα δὲ ὁποῖον ἔχει νοῦν κατὰ τὴν δοθεῖσαν χάριν ἡρμήνευται. Οἷς ἀκολούθως καὶ ὁ Ἀσὰφ διὰ τῶν μετὰ χεῖρας τῷ αὐτῷ ἀνδρὶ παραδίδωσι διδασκαλίαν τοῦ μὴ ταράττεσθαι ἐν τοῖς τοῦ βίου πειρατηρίοις, μηδὲ ἐν οἷς ἔγνω ἐκ τῶν ἔμπροσθεν αὐτοῦ προφητειῶν περὶ τῆς τῶν ἀσεβῶν ἐπαναστάσεως, τῆς τε τοῦ λαοῦ τοῦ Θεοῦ ταπεινώσεως· καταφεύγειν δὲ ὡς ἐπὶ λιμένα σωτήριον ἐν ταῖς