314
τοιαῖσδε ἀμηχανίαις ἐπ' αὐτὸν τὸν Θεὸν, ταῖς τε πρὸς αὐτὸν ἱκετηρίαις σχολάζειν, καὶ ταῦτα λέγειν, ἅπερ αὐτῷ διὰ τοῦ προκειμένου ψαλμοῦ, οἷα διδάσκαλος, παρεδίδου. Καὶ δῆτα παραλαβὼν τὸ μάθημα τοῦτο, τὴν ἑαυτοῦ ψυχὴν ἐθεράπευε, κατεπᾴδων αὐτὸς ἑαυτῷ καὶ λέγων· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. Τοιοῦτον γὰρ, φησὶν, ἐμαυτὸν παρεσκεύαζον, ὡς ἄξιον εἶναι τῆς προσοχῆς τοῦ Θεοῦ· διὸ προσέσχε μοι· καὶ τοιαύτας τε ἠφίειν φωνὰς καὶ βοὰς, ὡς ἀξίας εἶναι αὐτὰς τῆς τοῦ Θεοῦ ἀκοῆς. ∆ιὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ βοήσαντός μου πρὸς τὸν Θεὸν, παρέσχε τὰς ἀκοὰς αὐτοῦ. ∆ιὰ τούτων γὰρ ἐδιδάσκετο ὁ Ἰδιθοὺμ μὴ νομίζειν πόῤῥω που ἀφεστάναι τὸν Θεὸν τῶν 23.889 ἐπιβοωμένων αὐτόν. Εἰ γὰρ ἅμα τῷ τὴν φωνὴν ἀναπέμψαι ᾔσθετο ἐπηκόου αὐτοῦ γενομένου τοῦ Θεοῦ, αὐτοῖς ἔργοις ἐδιδάσκετο πανταχοῦ παρεῖναι τὸ Θεῖον, καὶ τοὺς τῆς Προνοίας ὀφθαλμοὺς ἐφορᾷν τοὺς ἀξίους. Ἀλλὰ καὶ ἐν ἡμέρᾳ θλίψεώς μου, φησὶ, τὸν Θεὸν ἐξεζήτησα ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐ μὴ ἠπατήθην. Καὶ ὅτι μὲν πολλαὶ αἱ θλίψεις τῶν δικαίων (ἐπειδὴ ἀπείραστος ἀνὴρ ἀδόκιμος), παντοίως διδάσκουσιν οἱ θεῖοι λόγοι· ὡς δὲ θλιβόμενοι κρείττους ἑαυτῶν ἐγίγνοντο, δοκιμὴν τῆς ἑαυτῶν παρέχοντες ὑπομονῆς, οὐ μὴν συγχεόμενοι ὡς εἰλιγγιᾷν καὶ θορυβεῖσθαι, διδάσκει ὁ εἰπὼν, Ἐν θλίψει ἐπλάτυνάς με, καὶ ὁ θεῖος Ἀπόστολος λέγων· Θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι· διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι. Οὕτως οὖν καὶ ἐνταῦθά φησιν· Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα· οὐ γὰρ ἀπέβλεπον ἐπὶ τοὺς θλίβοντας, οὐδ' ἐπὶ τοὺς ἐπαιρομένους· ἐπιστρέφων δὲ ἐμαυτοῦ τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸν Θεὸν κατ' αὐτὸν τὸν τῆς θλίψεως καιρὸν, αὐτὸν ἐξεζήτουν. Ἐζήτουν δὲ αὐτὸν ταῖς χερσί μου, δεδιδαγμένος ἐπαίρειν ὁσίους χεῖρας κατὰ τὸν φάσκοντα λόγον· Βούλομαι δὲ τοὺς ἄνδρας προσεύχεσθαι, ἐπαίροντας ὁσίους χεῖρας. Καὶ τοῦτ' ἔπραττον οὐ δι' ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτὸς, τὰς χεῖράς μου ἐπαίρων ἐναντίον αὐτοῦ, καὶ διὰ τῆς προσευχῆς, καὶ διὰ τῶν πρὸς αὐτὸν φωνῶν ἐπιζητῶν αὐτόν. ∆ιὸ, ταῦτα πράττων, Οὐκ ἠπατήθην· εὑρίσκετο γάρ μοι ζητούμενος· διὸ προσέσχε μοι, καὶ τὰς ἑαυτοῦ ἀκοὰς ἐμοὶ παρέσχεν Ἀντὶ δὲ τοῦ, Ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἡ χείρ μου νυκτὸς ἐκτέτατο διηνεκῶς. Ταύτην μὲν οὖν εἶχον μεγίστην καὶ μόνην παραμυθίαν. Ἄλλως δὲ, οὐδενὸς ἠνειχόμην παρακαλεῖν με καὶ θεραπεύειν ἐθέλοντος ἀνθρώπου ἐν τῷ τῆς θλίψεώς μου καιρῷ. ∆ιὸ ἐπιλέγει· Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου· ἢ κατὰ τὸν Σύμμαχον, Οὐκ ἐπείθετο παρηγορεῖσθαι ἡ ψυχή μου· ἀλλ' ἀνθρώποις μὲν οὐκ ἐπειθόμην, τοῖς ἄλλως με παρηγορεῖν καὶ παρακαλεῖν· ἐμνήσθην δὲ τοῦ Θεοῦ καὶ ηὐφράνθην· ἀπήρκει γάρ μοι ἡ τοῦ Θεοῦ μνήμη πρὸς εὐφροσύνην· ἀλλὰ καὶ ἠδολέσχησα, φησὶ, καὶ ὠλιγοψύχησα· ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσε, ∆ιελάλουν ἐν ἐμαυτῷ καὶ ἐλειποθύμουν. Ὅτι μὲν, φησὶ, ἐμαυτῷ διελάλουν, ἐλειποθύμουν· καὶ ὅτε ἠδολέσχουν παρ' ἐμαυτῷ, τηνικαῦτα ὠλιγοψύχει τὸ πνεῦμά μου· ὅτε δὲ ἀνεμιμνησκόμην τοῦ Θεοῦ, εὐφροσύνης ἐπληρούμην· ἀλλὰ καὶ ζητῶν αὐτὸν ταῖς χερσί μου νυκτὸς, οὐκ ἠπατώμην· εὕρισκον γὰρ ὥσπερ πλησίον παρεστῶτά μοι, καὶ τῆς φωνῆς μου ἐπήκοον γιγνόμενον. Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην, καὶ οὐκ ἐλάλησα. Οἱ θλίβοντές με, φησὶ, λογισμοὶ τοιοῦτοι ἦσαν. Ἐπειδὴ γὰρ ἑώρων τὴν ἀποβολὴν τοῦ λαοῦ, ἣν ἐθέσπισαν οἱ προλεχθέντες προφητικοὶ λόγοι, ἐθορυβούμην εἰκότως, καὶ ἐνενόουν πρὸς ἐμαυτὸν εἰ ἀθεράπευτον αὐτοῖς ἔσται τὸ κακόν. Τὸ μὲν γὰρ ἀποβληθῆναι αὐτοὺς καιρῷ τινι καὶ 23.892 εἰς τέλος αὐτοὺς τοῦτο παθεῖν ἐπίστευον τῇ προφητείᾳ λεγούσῃ· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ