315
θυμός σου ἐπὶ πρόβατα νομῆς σου; ἐνηπόρουν δὲ πρὸς ἐμαυτὸν διανοούμενος ταῦτα· Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, ἢ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; καὶ τὰ ἑξῆς. Ταῦτα λογιζόμενος ἐταραττόμην· ἀλλ' ἔφερόν τε τῇ μνήμῃ τὰς παλαιὰς ἡμέρας καὶ τὰ ἐξ αἰῶνος ἔτη ἀπὸ τῶν παλαιῶν Γραμμάτων ἀναλεγόμενος, ὁσάκις ἁμαρτήσαντας αὐτοὺς ἀποβαλὼν, ἐπανήγαγεν, καὶ πολεμίοις παραδοὺς ἀσεβοῦντας, αὖθις ἀνεκτήσατο. Τί οὖν πάλαι μὲν αὐτοὺς καὶ μετὰ δεινὰς πλημμηλείας ἀνεκαλεῖτο, μὴ εἰς τέλος ἀπωθούμενος, μηδὲ ἀποκόπτων τὸ ἔλεος αὐτοῦ· νῦν δὲ οὐδὲν τούτων ποιήσει, λήθην δὲ ἕξει τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ μακρόθυμος καὶ πολυέλεος καὶ φιλοικτίρμων; Ταῦτα νυκτὸς πρὸς ἐμαυτὸν διελογιζόμην, καὶ τὸ πνεῦμά μου ἔσκαλλον, διερευνῶν καὶ βασανίζων τοὺς ἐμαυτοῦ λογισμοὺς, ἀνακρίνων τε τὸ πνεῦμα, εἴ τι ἄρα ὑποβάλοι πρὸς θεραπείαν τῶν ἠπορημένων. Ἀντὶ δὲ τοῦ, Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ὁ Σύμμαχος, Ἐκώλυον, φησὶ, τὰς ἀναβλέψεις οἱ ὀφθαλμοί μου. Συνάγων γὰρ εἰς ἐμαυτὸν τοὺς ἐμαυτοῦ λογισμοὺς, ἔμυον τὰ ὄμματα, ὡς ἂν μὴ τοῖς αἰσθητοῖς προβάλλων, περιελκοίμην τοῦ προκειμένου. Μύων οὖν τοὺς ὀφθαλμοὺς τοῦ σώματος, πρὸς ἐμαυτὸν διηπόρουν, οὐ φωνῇ φθεγγόμενος, οὐδὲ πρὸς ἕτερον λαλῶν, αὐτὸς δὲ πρὸς ἐμαυτὸν ἐννοῶν. ∆ιὸ ἀντὶ τοῦ, Ἐταράχθην, καὶ οὐκ ἐλάλησα, καὶ τῶν ἑξῆς, παρὰ τῷ Συμμάχῳ εἴρηται· ∆ιηπόρουν, καὶ οὐκ ἐλάλησα. -Ἀνελογιζόμην τὰς ἡμέρας τὰς πρώτας, τὰ ἔτη τὰ ἀπ' αἰῶνος ἀνεμιμνησκόμην. Ἀλλὰ ψαλμούς μου νυκτὸς πρὸς τὴν καρδίαν μου διελάλουν· καὶ ἀνὴρ συνὼν τὸ πνεῦμά μου. Οὕτως ἐπαγρύπνως διακείμενος, καὶ τὰς νύκτας διαγρηγορῶν, ἐφρόντιζον περὶ τῶν ἔμπροσθεν δι' ὧν εἴρητο· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· Καταπαύσωμεν τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Ἐπὶ τούτοις οὖν διηπόρουν, εἰ θεραπεία ἔσται τοῖς ταῦτα πεπονθόσι τὰ κακά. Καὶ εἰκός γε ἦν τὸν Ἰδιθοὺμ ἐπακούσαντα τῆς τοῦ Ἀσὰφ προφητείας, καὶ ταῦτα πρὸς ἑαυτὸν λογισάμενον, ἐπαπορῆσαι πρὸς τὸν προφήτην ὡς πρὸς διδάσκαλον, ἐρώτησίν τε αὐτῷ προσαγαγεῖν, καὶ ὥσπερ τινὰ προτείνοντα πρότασιν φάναι· Τί οὖν, ὦ προφῆτα; ἐπειδὴ ταῦτα προεφήτευσας, βούλομαι γνῶναι καὶ μαθεῖν, Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ τοὺς οἰκτιρμοὺς αὐτοῦ; Καὶ δὴ πρὸς ταύτας τὰς προτάσεις τὴν διδασκαλίαν ὁ 23.893 Ἀσὰφ ἐποιεῖτο, ὑπὲρ αὐτοῦ τοῦ Ἰδιθοὺμ γράφων τὸν ψαλμὸν, διδάσκων τε αὐτὸν λέγειν· Φωνῇ μου πρὸς τὸν Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι· παιδεύων μὴ πολυπραγμονεῖν τὰς τοῦ Θεοῦ βουλάς· εὐχαῖς δὲ σχολάζειν, καὶ ταύταις μόναις προσέχειν τὸν νοῦν εὐσεβοῦντα καὶ εὐφημοῦντα τοῦ Θεοῦ τὰς κρίσεις. Ἀνεξερεύνητα γὰρ τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Καὶ εἶπα, Νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ἀντὶ τούτου ὁ μὲν Ἀκύλας, Καὶ εἶπα, φησὶν, ἀῤῥωστία μου· αὕτη ἀλλοίωσις δεξιᾶς Ὑψίστου· ὁ δὲ Σύμμαχος, Τρῶσίς μου ἐστὶν ἐπιδευτέρωσις δεξιᾶς τοῦ Ὑψίστου· ἡ δὲ πέμπτη ἔκδοσις, Καὶ εἶπα, φησὶν, ὠδῖνές μου εἰσὶν ἀλλοίωσις δεξιᾶς τοῦ Ὑψίστου. Πρὸς τοῖς προηπορημένοις καὶ ταῦτα, φησὶ, πρὸς ἐμαυτὸν ἐνενόουν, ὅτι οἱ τοιοῦτοι λογισμοὶ, δι' ὧν ἀρτίως ἐπηπόρουν, ἀῤῥωστία μου εἰσὶν, ἢ ὠδῖνες εἰσὶν, ἢ τρώσεις μού εἰσιν. Ἐξ ἀσθενείας γὰρ ψυχῆς τοὺς τοιούτους προήκαμεν λόγους, καὶ ἀπὸ τρώσεως ψυχῆς· τετρωμένος γὰρ καὶ συναλγῶν ὡς ὑπὲρ ἑαυτοῦ μελῶν· ἀλλὰ καὶ ὠδίνων ὡς ὑπὲρ σπλάγχνων οἰκείων τοιαῦτα ἐφθεγξάμην.