316
Ταῦτα δὲ πέπονθα, ἐπειδήπερ εἶδον ἀλλοίωσιν γενομένην τῆς δεξιᾶς τοῦ Ὑψίστου. Πάλαι μὲν γὰρ αὕτη κατειργάζετο πολλά τε θαύματα καὶ παραδόξους εὐεργεσίας τῷ λαῷ παρέχουσα· νυνὶ δὲ ἀλλοίωσις γεγένηται τῆς δεξιᾶς τοῦ Ὑψίστου. ∆ιὸ καὶ ὠδῖνές με κατέσχον· ὁμολογῶ τετρῶσθαι τὴν ψυχὴν ἀῤῥωστίᾳ καὶ ἀσθενείᾳ γνώσεως. Τὴν δὲ ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ Θεοῦ ἑώρων, ἀναμιμνησκόμενος τῶν παλαιῶν ἔργων αὐτοῦ. ∆ιό φησιν· Ἐμνήσθην τῶν ἔργων Κυρίου ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου. Καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω. Ἀνθ' ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἀνεμιμνησκόμην τὰς περινοίας Κυρίου, ἀναπολῶν τὰ ἀρχαῖα τεράστιά σου καὶ διεμελέτων πάσας τὰς πράξεις σου, καὶ τὰ μηχανήματά σου διηγούμην, ταῦτα ἀναφέρων τῇ μνήμῃ. Ἔπειτα νῦν ἀκούων, ὡς εἰς τέλος ἀπώσω, καὶ ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου, εἰκότως ἐνενόησα, ὅτι ἀλλοίωσίς ἐστι τῆς δεξιᾶς τοῦ Ὑψίστου. Μεταβολῆς γὰρ ταῦτα σημεῖα καὶ ἀλλοιώσεως τῆς πάλαι τοῦ Θεοῦ περὶ τὸν λαὸν κηδεμονίας. Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδὸς αὐτοῦ· τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια. Τὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ Ὑψίστου συνιδὼν ὁποῖα εἰργάσατο· ἀντὶ γὰρ ἑνὸς ἔθνους πάντων τῶν ἐθνῶν εὐεργετικὴ κατέστη· οὐκέτι γὰρ ἑνὶ λαῷ τὴν δύναμιν αὐτοῦ, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσι καὶ πᾶσι τοῖς λαοῖς ἐγνώρισε· διόπερ ἐκπληττόμενος καὶ ἀποθαυμάζων, φημί· ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· ἐπέκεινα γάρ ἐστι τῆς θνητῆς φύσεως ἡ κατάληψις τῆς ὁδοῦ σου· ὥστ' ἂν εὐλόγως φάναι τό· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Οὐκέτ' οὖν προσήκει πολυπρα 23.896 γμονεῖν, οὐδὲ τὰ ἀπόῤῥητα διερευνᾶσθαι· τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ∆ιὸ κατὰ καιρὸν ταῦτα ἐννοήσας, ὑπερεκπλήττεται τὸ βάθος τῆς σοφίας τοῦ Θεοῦ, καί φησιν· Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια. Ποῖα δὲ θαυμάσια διερμηνεύει ἑξῆς εἰπών· Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· ἀνθ' οὗ ὁ Σύμμαχος ἐξέδωκε· Γνωστὴν ἐποίησας ἐν τοῖς ἔθνεσι τὴν ἰσχύν σου. Ὥσπερ γὰρ ἐλυτρώσω πάλαι ποτὲ ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσὴφ, ὅτ' ἠλευθέρους αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας τὸν αὐτὸν τρόπον καὶ νῦν, ὅτε γέγονεν ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου, καὶ ἐν τοῖς ἔθνεσι τὴν ἰσχύν σου. Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν αἱ ἄβυσσοι. Σφόδρα ἀκολούθως προειπὼν, Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· ἢ κατὰ τὸν Σύμμαχον, Γνωστὴν ἐποίησας ἐν τοῖς ἔθνεσι τὴν ἰσχύν σου, παρίστησι τὴν δύναμιν τῆς Καινῆς ∆ιαθήκης προφητικῶς τὰ μέλλοντα θεσπίζων. ∆ιό φησιν· Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν. Ὥσπερ γὰρ πάλαι ποτὲ ἐπὶ τῆς ἐξ Αἰγύπτου πορείας τῶν υἱῶν Ἰσραὴλ, ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· τὸν αὐτὸν τρόπον καὶ κατὰ τὴν παρουσίαν τοῦ Ἐμμανουὴλ, δηλαδὴ τοῦ μεθ' ἡμῶν Θεοῦ, ὁπηνίκα παρῄει ἐπὶ τὸν Ἰορδάνην ποταμὸν, ἰδόντα αὐτὸν τὰ ὕδατα ἐξεπλάγη. Οὐ μὴν ἀλλὰ καὶ τὰ πλήθη τῶν ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ συγκροτουμένων λαῶν, ὕδασι παρωμοιωμένα κατὰ τὸν φάσκοντα προφητικὸν λόγον, Φωνὴ ἐθνῶν πολλῶν ὁμοία ὑδάτων πολλῶν· ἰδόντα ψυχῆς ὀφθαλμοῖς τὸν εἰς ἀνθρώπους ἐπιδεδημηκότα Θεὸν, φόβον ἀνέλαβον σωτήριον, περὶ οὗ εἴρηται· Ἀρχὴ σοφίας φόβος Θεοῦ. Ἕως μὲν γὰρ τυφλώττοντα ἦν ταῦτα τὰ ὕδατα, οὐχ ἑώρα τὸν Θεὸν, οὐδὲ φόβον εἶχεν αὐτοῦ· νυνὶ δὲ τὰ μεγάλα ὠφέληται ἀπὸ τῆς θέας καὶ τῆς γνώσεως τοῦ ἐπιδημήσαντος αὐτοῖς λόγου. Καὶ αὖθις κατὰ τὴν ἱστορίαν, ὁπηνίκα ὁ Σωτὴρ ἠνάγκασε τοὺς μαθητὰς ἀνελθεῖν εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν· εἶτα