317
τετάρτῃ φυλακῇ τῆς νυκτὸς ἤρχετο πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ τότε εἶδον αὐτὸν ὕδατα, καὶ ἐφοβήθησαν. Ἀλλὰ καὶ ὅτε ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη, ἐταράχθησαν αἱ ἄβυσσοι, καὶ πλῆθος ἤχους ὕδατος. Καὶ ταῦτα μὲν ἐτελεῖτο συμφώνως τῇ προφητείᾳ πρὸς λέξιν, πρὸς δὲ διάνοιαν, τὰ μὲν ὕδατα, λέγω δὲ τὰ πλήθη τὰ ἐκκλησιαστικὰ ἐξ ἁπάντων τῶν ἐθνῶν συνηγμένα, ἀρχὴ σοφίας γέγονε, τὸν θεῖον ἀναλαβόντα φόβον κατὰ τὸ, Ἀρχὴ σοφίας φόβος Κυρίου· αἱ δὲ ἄβυσσοι, ἕτεραι οὖσαι παρὰ τὰ ὕδατα ἐταράχθησαν, ὡς ἦχον καὶ θόρυβον παρασχεῖν. Εἴποις δ' ἂν τὰς ἀβύσσους εἶναι τὰ τάγματα τῶν ἀπίστων ἐθνῶν τῶν τῇ Ἐκκλησίᾳ κατὰ καιροὺς ἐπανισταμένων, καὶ τοὺς κατ' αὐτῆς διωγμοὺς ἐπεγειρόντων· 23.897 Ἀλλὰ μὲν πρῶτα ὕδατα ἐφοβεῖτο τὸν Θεὸν, αἱ δὲ δηλωθεῖσαι ἄβυσσοι ἐταράττοντο· τρίτον δὲ τάγμα τυγχάνει παρὰ τὰ λελεγμένα τὸ τῶν νεφελῶν, ὃ δὴ φωνὴν ἔδωκε. Τίνες δὲ ἦσαν αἱ νεφέλαι, ἀλλ' ἢ αἱ κελευσθεῖσαι μὴ βρέχειν ἐπὶ τὸν πρότερον ἀμπελῶνα, κατὰ τὸ φῆσαν λόγιον· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν, δῆλον δὲ, ὅτι τὸν ἐκ περιτομῆς λαόν; Νεφέλαι δὲ πεπληρωμέναι ὑδάτων μὴ ὕουσαι ἐπὶ τὸν παλαιὸν ἀμπελῶνα τίνες ἂν εἶεν ἢ οἱ τοῦ Σωτῆρος μαθηταὶ καὶ ἀπόστολοι καὶ εὐαγγελισταὶ, οἳ καθ' ὅλης τῆς οἰκουμένης τὸν ἐπουράνιον ὑετὸν διαδεδωκότες, φωνὴν ἔδωκαν, ὥστε εἰς πᾶσαν τὴν γῆν ἐξελθεῖν τὸν φθόγγον αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν; ∆ιὸ λέλεκται· Φωνὴν ἔδωκαν αἱ νεφέλαι· καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. Ποῖα δὲ τὰ βέλη ἢ τὰ σωτήρια καὶ τὰ ἐκλεκτὰ τὰ τιτρώσκοντα τὰς τῶν σωζομένων ψυχὰς, δι' ὧν ἡ νύμφη Χριστοῦ ἡ Ἐκκλησία τετρῶσθαι ὁμολογεῖ φάσκουσα· Ὅτι τετρωμένη ἀγάπης ἐγώ; Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ βέλος ὠνόμαστο κατὰ τὸν εἰπόντα προφήτην· Ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με· Ἀλλὰ τοῦ μὲν Πατρὸς βέλος ἦν ὁ μονογενὴς αὐτοῦ Λόγος· τοῦ δὲ Υἱοῦ βέλη ἐτύγχανον οἱ ἀπόστολοι, καὶ τὰ θεῖα καὶ πεπυρωμένα αὐτοῦ λόγια. ∆ιὸ λέλεκται ἐν τῷ περὶ τοῦ ἀγαπητοῦ ψαλμῷ· Τὰ βέλη σου ἠκονημένα, λαοὶ ὑποκάτω σου πεσοῦνται. Οὕτω δ' οὖν καὶ ἐνταῦθα εἴρηται· Καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. Περιτρέχονται γὰρ ἁπανταχοῦ τὰ τοῦ Χριστοῦ βέλη διεπορεύετο κηρύττοντα· διὸ φωνὴν ἔδωκαν αἱ νεφέλαι· ἀλλὰ καὶ Φωνὴ τῆς βροντῆς σου, φησὶν, ἐν τῷ τροχῷ· βροντὴν δὲ ἐνταῦθα τὸ κήρυγμα τὸ εὐαγγελικὸν αἰνίττεται. Ὡς γὰρ φωνὴ βροντῆς οὐράνιος τυγχάνει βοὴ, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβάλλουσα δύναμιν, τὸν αὐτὸν τρόπον καὶ τὸ εὐαγγελικὸν κήρυγμα, οὐράνιον τυγχάνον, οὐκ ἀνθρωπίνην περιεῖχεν ἰσχύν. Οὐδὲ γὰρ ἐκ θνητῆς βουλῆς ὡρμᾶτο· σὺν θεϊκῇ δὲ δυνάμει τὸν σύμπαντα ἐπλήρου κόσμον. ∆ιὸ καὶ τοὺς ἀποστόλους αὐτοῦ ὁ Σωτὴρ βοανῆργες ὠνόμαζεν, ὅπερ ἑρμηνεύεται υἱοὶ βροντῆς. Οὐκοῦν καὶ ἐνταῦθα ἀκολούθως τοῖς ἔμπροσθεν εἴρηται· Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. Τροχὸν δὲ σημαίνει τὸν σύμπαντα βίον· ἐπεὶ καὶ ἐν τῷ Ἐζεκιὴλ τροχὸς ἐν τροχῷ λέλεκται ὁ σύμπας τῶν ἀνθρώπων βίος. Ἔστι μὲν οὖν τροχὸς ὁ κόσμος σφαιροειδὴς ὢν, κυκλοφορητικῶς τε κινούμενος. Ἐνταῦθα δὲ τροχὸς ὁ τῶν ἀνθρώπων ἐστὶ βίος, ἄπαυστον τὴν στροφὴν ποιούμενος· διὸ καὶ τροχὸς ἐν τῷ τροχῷ εἴρηται. Κατὰ δὲ τὸν Ἀκύλαν, Φωνὴ βροντῆς σου ἐν τῷ τροχῷ· κατὰ δὲ τὸν Σύμμαχον, Ἦχος βροντῆς σου ἐν τῷ τροχῷ· κατὰ δὲ τὸν Θεοδοτίωνα, Φωνὴ βροντῆς σου ἐν τῷ τροχῷ. Καὶ θέα ὅπως κατὰ πάντας τοὺς ἑρμηνευτὰς τροχὸς ὠνόμασται· ἐπεὶ καὶ ἡ Ἑβραϊκὴ λέξις βαγελγὲλ περιέχει, ὅπερ ἐστὶν ἐν τῷ τροχῷ· οὕτω δὲ ὠνόμασται καὶ ἐν τῷ Ἐζεκιήλ. Ἔνθα γενόμενος, παρασημειώσῃ, ὡς καὶ ἡ θεία Γραφὴ τὸ περιέχον τροχὸς οἶδε. ∆ιὸ σφαιροειδῆ φασιν εἶναι τὸν κόσμον. Ἐπεὶ καὶ ἐν τῷ Ἔσδρα ὁ Ζορο 23.900 βάβελ τὰ νικητήρια ἀπηνέγκατο παρὰ τῷ βασιλεῖ