318
εἰρηκώς· Μέγας ὁ οὐρανὸς, καὶ μέγας ὁ ἥλιος, ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, καὶ ἐπανέρχεται εἰς τὸν ἴδιον τόπον ἐν ἡμέρᾳ μιᾷ. Ταῦτα μὲν οὖν κατὰ φυσικὴν θεωρίαν. Τὰ δὲ προκείμενα θεσπίζει τῆς εὐαγγελικῆς θεοφανείας τὴν δύναμιν· καὶ ὡς δι' αὐτῆς τὰ πλήθη μὲν τῶν ἐθνῶν τὸν Θεὸν ἐπέγνω, αἱ δὲ ἄβυσσοι ἐταράχθησαν, αἱ δὲ προλεχθεῖσαι νεφέλαι ἔδωκαν φωνὴν, καὶ ὥστε τὰ βέλη αὐτοῦ διεπορεύθη, καὶ ὡς φωνὴ τῆς βροντῆς αὐτοῦ γέγονεν ἐν τῷ τροχῷ· καὶ ἐπὶ πᾶσι τούτοις ὡς ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ. Τίνας δ' ἂν εἴποις τὰς ἀστραπὰς αὐτοῦ ἢ τὰ φέγγη τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων τὰ ἀστράπτοντα καθ' ὅλης τῆς οἰκουμένης; ∆ιαιρέσεις γὰρ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα. Καὶ ᾧ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, καὶ ἄλλῳ λόγος γνώσεως, καὶ ἄλλῳ πίστις, καὶ τὰ λοιπά· ἅτινα, ἐξαίρετα ὄντα τοῦ Θεοῦ χαρίσματα, ἐξαστράπτει καὶ καταλάμπει τὴν Ἐκκλησίαν αὐτοῦ. Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. Ἀκολούθως τοῖς ἀποδεδομένοις ἐσαλεύθη καὶ ἐσείσθη ἡ γῆ. Ἀντὶ γὰρ τοῦ, καὶ ἔντρομος, κατὰ πάντας τοὺς ἑρμηνευτὰς, καὶ ἐσείσθη εἴρηται. Οὕτω δὲ ἐσείσθη ἡ γῆ, ὡς εἴρηται ἐν Εὐαγγελίοις, Καὶ εἰσελθόντος τοῦ Σωτῆρος εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; Ὡς γὰρ οἱ τὴν πόλιν οἰκοῦντες ἐδηλοῦντο διὰ τοῦ τόπου, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν τοὺς τὴν γῆν οἰκοῦντας κλονηθῆναί φησι καὶ σεισθῆναι τὸ λόγιον. ∆ιὸ πᾶσα ἀκοὴ κεκίνηται ἐκ τοῦ εὐαγγελικοῦ κηρύγματος εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι κεκηρυγμένου. Ἀκολούθως δὲ ἐσαλεύθη καὶ ἐσείσθη ἡ γῆ, ἢ ἐκλονήθη διὰ τὰ ἔμπροσθεν λελεγμένα. Εἰ γὰρ ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, ἡ φωνὴ τῆς βροντῆς αὐτοῦ ἐξήχησεν ἐν τῷ τροχῷ, εἰ τὰ βέλη αὐτοῦ ἐπὶ πάντας διαπορεύηται, εἰ αἱ νεφέλαι τὴν αὐτῶν ἔδωκαν φωνὴν, ἀκόλουθον ἦν ἐκ τούτων ἁπάντων κλονηθῆναι καὶ σαλευθῆναι τὴν γῆν. Ὅπως δὲ ἐν τῇ θαλάσσῃ ἡ ὁδὸς αὐτοῦ γέγονε, καὶ αἱ τρίβοι αὐτοῦ ἐν ὕδασι πολλοῖς, καὶ ὡς τὰ ἴχνη αὐτοῦ οὐ γινώσκεται, εἴσῃ ἐπιστήσας τῇ πρὸς τοὺς μαθητὰς ἐπαγγελίᾳ αὐτοῦ φησάσῃ· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου· καὶ, Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀοράτως γὰρ ἁπανταχοῦ τῆς γῆς συνὼν τοῖς αὐτοῦ μαθηταῖς ἐν τῇ τοῦ βίου θαλάσσῃ καὶ τοῖς πολλοῖς τῶν ἐθνῶν ὕδασιν ἐπορεύετο· καὶ τοῦτ' ἔπραττεν ἀοράτῳ καὶ ἀφανεῖ δυνάμει· διὸ λέλεκται· Καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. Ταῦτα μὲν οὖν ἐπληροῦτο κατὰ τὴν σωτήριον θεοφάνειαν· Οὕτω δὲ ταῦτα, φησὶν, ἐγίνετο ἐπὶ τῆς εἰς ἀνθρώπους παρουσίας αὐτοῦ, κατὰ τὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ Ὑψίστου· ὥσπερ καὶ πάλαι ἐπὶ τοῦ προτέρου λαοῦ ὁπηνίκα ἐξαγαγὼν αὐτοὺς ἐκ γῆς Αἰγύπτου διήγαγε διὰ τῆς θαλάσσης· καὶ τότε γὰρ δεικνὺς τὰς ἀρετὰς αὐτοῦ ὁδὸν ἐποίει καὶ τρίβους ἐν ὕδασι πολλοῖς, ὡς προηγουμένῳ αὐτῷ ἐπακολουθεῖν 23.901 ἐν τῇ πορείᾳ τῆς θαλάσσης τὸν πάντα Ἰσραὴλ, ἄγνωστόν τε εἶναι καὶ ἀκατάληπτον ἀνθρώποις τὴν πορείαν αὐτοῦ, ὅτε καὶ ὡδήγησεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών. Ἄλλος μὲν οὖν τὰ προκείμενα ἅπαντα ἐπὶ τὴν ἔξοδον τὴν ἀπ' Αἰγύπτου ἀνοίσει, τότε πεπληρῶσθαι φάσκων τὸ, Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὕδατος· πᾶσάν τε τὴν περικοπὴν ἀκολούθως ἐπὶ τὴν τότε πραχθεῖσαν ἱστορίαν ἀναπέμψει· ἐγὼ δὲ, μὴ εὑρὼν ὅπως τὰ ἑξῆς εἰρημένα κατὰ τὴν λέξιν ἐπληροῦτο· οὐ γὰρ μέμνηται ὁ Μωϋσέως νόμος, ὡς νεφέλαι τινὲς κατὰ τὸν καιρὸν ἐκεῖνον φωνὴν ἔδωκαν σωματικῶς, οὐδὲ ὡς βέλη αἰσθητὰ διεπορεύετο, οὐδὲ ὡς ὅλῃ οἰκουμένῃ ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ, καθ' ὃν χρόνον ἦσαν ἐν τῇ ἐρήμῳ, τὴν ὑποπεσοῦσαν εἰς τοὺς τόπους ἑρμηνείαν παρεθέμην. Ὁποίαν δὲ χρὴ τῶν εἰρημένων ἐκδοχῶν αἱρεῖσθαι θείᾳ κρίσει ὁ ἐντυγχάνων εἴσεται.