319
ΣΥΝΕΣΕΩΣ ΤΩ ΑΣΑΦ. ΟΖʹ. Προσέχετε, λαός μου, τὸν νόμον μου· κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου. Παρορμῶν ἡμᾶς ὁ λόγος ἐπὶ τὴν σύνεσιν τῶν ἐμφερομένων, Συνέσεως τὴν ἐπιγραφὴν ἐποιήσατο· ταύτης γὰρ δεόμεθα εἰς θήραν τῆς προκειμένης διανοίας. Πρῶτον μὲν οὖν ζητήσειεν ἄν τις εὐλόγως, τίνος πρόσωπον τυγχάνει τὸ φάσκον ἐν ἀρχῇ, Προσέχετε, λαός μου, τὸν νόμον μου· κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου. Οὔτε γὰρ τῷ Ἀσὰφ οὔτε τῷ ∆αυῒδ ἁρμόζει ταῦτα λέγειν· ἐπεὶ μὴ νομοθέται γεγόνασιν οὗτοι· οὔτε τὸ, Οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου, ἔπρεπε λέγειν ἤτοι τὸν Ἀσὰφ, ἢ τὸν ∆αυΐδ· οὐ γὰρ οἰκεῖα ῥήματα προσέφερον, τῇ δὲ τοῦ θείου Πνεύματος βουλῇ διηκονοῦντο. ∆ιὸ συνέσεως ἐπιγέγραπται, ὡς ἂν συνῶμεν τίς τέ ἐστιν ὁ ταῦτα λέγων, καὶ τίς ὁ λαὸς αὐτοῦ, καὶ τίς ὁ νόμος· ἕτερος γὰρ ἔοικεν εἶναι παρὰ τὸν Μωϋσέως. Ταῦτα δ' ἐπιλύεται τὸ Εὐαγγέλιον, ἐν ᾧ εἴρηται· Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς. ∆ιὰ ποίου δὲ προφήτου ταῦτα εἴρητο ἢ διὰ τοῦ προκειμένου Ἀσάφ; Ὃ μὴ συνιέντες τινὲς, προσέθηκαν ἐν τῷ Εὐαγγελίῳ τὸ, διὰ Ἡσαΐου τοῦ προφήτου· ἐν δέ γε τοῖς ἀκριβέσιν ἀντιγράφοις ἄνευ τῆς προσθήκης τῆς διὰ Ἡσαΐου, ἁπλῶς οὕτως εἴρηται· Ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς, ἃ δὴ φέρεται ἐν τοῖς προκειμένοις, οὐ μὴν ἐν τῇ τοῦ Ἡσαΐου προφητείᾳ. Οὐκοῦν ἐκ τῆς εὐαγγελικῆς παραθέσεως ὁ Σωτὴρ ἂν εἴη, καὶ οὐδὲ ἄλλος, ὁ ἐξ οἰκείου προσώπου φάσκων ἐπὶ τοῦ παρόντος τό· Προσέχετε, λαός μου, τὸν νόμον μου. Ἵνα δὲ συνῶμεν αὐτὸν, συνέσεως τὴν προγραφὴν ἐποιήσατο· ὡς μήτε ψαλμὸν μήτε ᾠδὴν μήτε τι τοιοῦτον 23.904 νομίζειν εἶναι τὰ λεγόμενα, ἀλλὰ Χριστοῦ διδασκαλίαν πρὸς τὸν αὐτοῦ λαὸν, δηλαδὴ τὴν Ἐκκλησίαν αὐτοῦ περὶ τῶν παρανομημάτων τοῦ Ἰουδαίων ἔθνους διαστελλομένου. Νοήσεις δὲ τὸν αὐτοῦ λαὸν ἕτερον ὄντα παρὰ τὸν ἐν τοῖς ἑξῆς κατηγορούμενον, τὴν Ζαχαρίου προφητείαν τούτοις παραθεὶς, δι' ἧς εἴρηται· Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυττε, θύγατερ Ἱερουσαλήμ. Ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ γνώσεσθε, ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς ὑμᾶς Θέα γὰρ ἐν τούτοις, ὡς ὁ Κύριος ἀπεστάλθαι ἑαυτὸν ὁμολογεῖ ὑφ' ἑτέρου Κυρίου παντοκράτορος, ἑαυτῷ τε ἐξ ἁπάντων τῶν ἐθνῶν συνάξειν ἐπαγγέλλεται λαόν. Αὐτὸς οὖν οὗτος ὁ τοῦ Θεοῦ Λόγος τῷ ἐξ ἐθνῶν λαῷ προσεφώνει λέγων· Προσέχετε λαός μου, τὸν νόμον μου. Νόμον δὲ αὐτοῦ τὸ Εὐαγγέλιον εἶναι διδάσκει, περὶ οὗ καὶ Ἡσαΐας ἐθέσπιζε λέγων· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν. Τοῦτον δὲ καὶ Ἱερεμίας διαθήκην καινὴν ὠνόμασεν εἰπών· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι ∆ιαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν Καὶ Ἡσαΐας δὲ πάλιν περὶ τοῦ Σωτῆρος ἀνεφώνει λέγων· Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου· προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Κάλαμον συντεθλασμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει· ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι. Ἀντὶ γὰρ τοῦ, καὶ τῷ ὀνόματι