320
αὐτοῦ ἔθνη ἐλπιοῦσι, τὸ Ἑβραϊκὸν, καὶ τῷ νόμῳ αὐτοῦ, περιέχει, ὡς συμφώνως καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ἐκδεδώκασι, καὶ τῷ νόμῳ αὐτοῦ εἰρηκότες. Παραινεῖ τοίνυν ὁ Χριστὸς τῷ ἑαυτοῦ λαῷ τῷ ἐξ ἐθνῶν διὰ τῶν προκειμένων προσέχειν τῷ νόμῳ αὐτοῦ. Προσέχειν γὰρ βούλεται, καὶ οὐχ ὡς ἔτυχεν ἀκούειν· θεωρεῖν δὲ κατανενοημένως καὶ συνιέναι τὸν αὐτοῦ νόμον· ἀλλὰ καὶ κλίνειν τὸ οὖς εἰς τὰ ῥήματα τοῦ στόματος αὐτοῦ, καὶ προσέχειν τῷ νόμῳ αὐτοῦ παρακελεύεται, ἐπειδήπερ τὰς διδασκαλίας ἐν παραβολαῖς ἐποιεῖτο. ∆ιὸ ἐπιλέγει· Ἀνοίξω ἐν παραβολῇ τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ' ἀρχῆς· ὃ δὴ διδάσκει καὶ ἡ τῶν ἱερῶν Εὐαγγελίων γραφὴ, δι' ἧς εἴρηται, ὅτι Πάντα ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς. Ἀντὶ γὰρ τοῦ, Φθέγξομαι προβλήματα ἀπ' ἀρχῆς, Ἑβραῖος ὢν ὁ Ματθαῖος, οἰκείᾳ ἐκδόσει κέχρηται εἰπὼν, Ἐρεύξομαι κεκρυμμένα ἀπὸ κα 23.905 ταβολῆς· ἀνθ' οὗ ὁ μὲν Ἀκύλας, Ὀμβρήσω αἰνίγματα ἐξ ἀρχῆθεν, ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος, Ἀναβλύσω προβλήματα ἀρχαῖα. Μέλλων δὲ ὁ τοῦ Θεοῦ Λόγος τὰς κατηγορίας τοῦ προτέρου ποιεῖσθαι λαοῦ, καὶ τὰς αἰτίας δι' ἃς ἀποβέβληται παρατίθεσθαι, ἀναγκαίως τῇ ἑαυτοῦ Ἐκκλησίᾳ παρακελεύεται προσέχειν τοῖς λεγομένοις, καὶ συνιέναι τὰς παραθέσεις τῆς τῶν παλαιῶν κατηγορίας, ὡς ἂν μὴ τοῖς αὐτοῖς περιπέσοι, μαθοῦσα δὲ ἐκ τῆς περὶ ἐκείνων διηγήσεως ὁποῖον αὐτοὺς διεδέξατο τέλος, σωφρονίζοιτο ἐκ τοῦ παραδείγματος. Εἰπών· ∆ιανοίξω ἐν παραβολῇ τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ' ἀρχῆς, ἐπιφέρει τὰς τοῦ προτέρου λαοῦ κατηγορίας. Παραβολῇ γὰρ ἐκείνοις κέχρηται ἀντὶ ὑποδείγματος εἰς ἡμετέραν νουθεσίαν. Καὶ καθ' ἑτέραν δὲ διάνοιαν ὁ παρὼν λόγος τὰς παρανομίας τοῦ Ἰουδαίων ἔθνους συγκαταριθμεῖται, ἐπειδήπερ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; καὶ ὅσα ἄλλα περὶ τῆς καταλαβούσης αὐτοὺς πολιορκίας ἐλέγετο. Τὰς γὰρ τούτων αἰτίας παρίστησι διὰ τῶν προκειμένων. Καὶ ἐπειδὴ ἐν τῷ πρὸ τούτου ἐλέγετο ψαλμῷ· Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; εἰκότως ἐπειδὴ τοιαῦτα ἐπηπόρηται, τὰς αἰτίας ἐπὶ τοῦ παρόντος καταλέγει τῆς εἰς τὸ τέλος μετελθούσης τὸ Ἰουδαίων ἔθνος ὀργῆς. Καὶ αὐτὸς δὲ ἐν Εὐαγγελίοις ὁ Σωτὴρ παραπλησίως τοῖς προκειμένοις πρὸς τοὺς αὐτοὺς ἀπετείνετο λέγων· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. Τὰ μὲν πρῶτα ἐξ ἑνὸς ἐλέγετο προσώπου, ὅπερ τίνος ἦν ἀποδέδεικται μὲν ἐκ τοῦ αὐτοῦ. Συμπαραλαμβάνει δὲ καὶ ἕτερα ὑποκαταβὰς τῆς αὑτοῦ θεότητος, καὶ ἀνθρωπινώτερον φθεγγόμενος, ὡς ἂν ἐκ προσώπου οὗ ἀνείληφεν ἀνθρώπου τοῦ γενομένου ἐκ σπέρματος ∆αυῒδ κατὰ σάρκα· οὗ τὴν γένεσιν ἱστορεῖ τὸ Εὐαγγέλιον φάσκον· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ. ∆ιόπερ συμπαραλαμβάνων τοὺς κατὰ σάρκα ὁμογενεῖς αὐτοῦ γενομένους μαθητὰς καὶ ἀποστόλους, πληθυντικῶς διεξέρχεται τὰ μετὰ χεῖρας λέγων· Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά. Ὅτε μὲν γὰρ τὸν λαὸν ἑαυτοῦ ἀνεκαλεῖτο, καὶ οἰκεῖον νόμον αὐτοῖς προὐβάλλετο, παρῄνει τε κλίνειν τὸ οὖς τοῖς αὑτοῦ ῥήμασι, σὺν αὐθεντείᾳ βασιλικῇ ἐξ ἑνὸς προσώπου προεφέρετο τὴν παραγγελίαν· νῦν δὲ, ὅτε τῶν παλαιῶν ἀναγνωσμάτων ἐπιτέμνεται τὴν διήγησιν, κοινοποιεῖ τὸν λόγον ὑπομιμνήσκων τὰ πάλαι πεπραγμένα, καὶ ὡς ἂν τοῖς πᾶσι