321
γνώριμα ἐπαναλαμβάνων τὰ ἀπὸ τῆς ἱστορικῆς Γραφῆς δηλούμενα. ∆ιό φησιν· Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά. Οὐ πάντων δέ ἐστι τὸ ἀκούειν καὶ γινώσκειν, ἀλλ' ἢ μόνων τῶν συνιέντων τοὺς λόγους. ∆ιὸ καὶ ὁ Φίλιππος τῷ εὐνούχῳ ἔλεγεν· Ἆρα γινώσκεις ἃ ἀναγινώσκεις; Ἀλλ' οὐδὲ πᾶσιν οἱ πατέρες διηγήσαντο. Οὐκ ἔχομεν γοῦν ἡμεῖς οἱ ἐξ ἐθνῶν τῷ θείῳ λόγῳ προσελθόντες διδασκάλους ἐπιγράψασθαι τῶν θείων μαθημάτων 23.908 τοὺς κατὰ σάρκα πατέρας· ἀλλ' ὅ γε Σωτὴρ ἐξ αὐτοῦ προσώπου καὶ τῶν κατὰ σάρκα ἐκ τῶν αὐτῶν πατέρων γενομένων ἀποστόλων αὐτοῦ καὶ μαθητῶν καὶ εὐαγγελιστῶν ταύτας προφέρεται τὰς φωνὰς λέγων· Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν; Ταῦτα γὰρ ἐκ πατέρων αὐτοὶ παρειληφότες, ἡμῖν τοῖς ἐξ ἐθνῶν ὡς μὴ ἐπισταμένοις ἀπαγγελοῦσι, διδάσκοντες ἡμᾶς τὰ τοῖς παλαιοῖς συμβεβηκότα· ἃ δὴ κατὰ διαδοχὴν ἐκ πατέρων ἠκούσθη τοῖς παισὶ, καὶ πάλιν ἐξ ἐκείνων εἰς τοὺς μεταγενεστέρους ἐλήλυθεν, ἐκ τούτων τε αὖθις εἰς παῖδας παίδων τῇ μνήμῃ παρεδόθη. ∆ιὸ λέλεκται· Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν. Ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυρίου καὶ τὰς δυναστείας αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησε. Πολλὰ μέν ἐστι τὰ παραδοθέντα ἡμῖν ὑπὸ τῶν πατέρων, ἅπερ αὐτοὺς ὁ Θεὸς εὐεργετῶν διεπράξατο· ἓν δὲ τὸ πάντων ἀναγκαιότερον ἐκεῖνο ἦν, λέγω δὲ τὸ μαρτύριον, καὶ ὁ ἐν τῷ μαρτυρίῳ νόμος, ὃν ἐγγράφως αὑτοῖς παρέδωκεν, ἐντειλάμενος μελετᾷν ἐν αὐτῷ, καὶ τοῖς αὑτῶν παισί τε καὶ ἀπογόνοις τοῖς κατὰ διαδοχὴν γενησομένοις παραδιδόναι τὴν τούτου μελέτην. ∆ιό φησι· Καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακὼβ, καὶ νόμον ἔθετο ἐν Ἰσραήλ. Μαρτύριον δὲ ἐκαλεῖτο ἡ σκηνὴ τοῦ μαρτυρίου, ἐν ᾗ ἀπέκειτο ἡ κιβωτὸς τῆς ∆ιαθήκης, καὶ ὁ ἐν τῇ κιβωτῷ νόμος, τά τε χερουβὶμ καὶ τὸ ἱλαστήριον, καὶ ἡ λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων· ἅπερ κελευσθεὶς ποιῆσαι Μωσῆς, κατὰ τὸν τύπον τὸν δειχθέντα αὐτῷ ἐν τῷ ὄρει κατεσκεύασεν. Ἀλλὰ πάλαι μὲν ἐκεῖνος ὁ νόμος καὶ τὸ μαρτύριον ἐκεῖνο τῷ Ἰακὼβ καὶ τῷ Ἰσραὴλ δέδοτο. Ἐπειδὴ δὲ παρέβησαν οἱ παρειληφότες, εἰκότως ἕτερον ἑαυτῷ καταρτισάμενος λαὸν καὶ μαρτύριον ἕτερον, τὸ Χριστοῦ σῶμα, ναὸν ὃν τοῦ οἰκοῦντος ἐν αὐτῷ Θεοῦ Λόγου, ὡς αὐτὸς ἐδίδαξεν εἰπών· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ πρὸς τούτοις καὶ νόμον ἕτερον τὸν εὐαγγελικὸν τῷ ἑαυτοῦ λαῷ παραδίδωσι. ∆ιὸ ἐν ἀρχῇ τῶν προκειμένων ἔλεγε· Προσέχετε, λαός μου, τὸν νόμον μου· πλὴν ἀλλὰ τὸν παλαιὸν νόμον καὶ τὴν παλαιὰν διαμαρτυρίαν (οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Καὶ ἔστησε διαμαρτυρίαν τῷ Ἰακώβ) τῷ προτέρῳ λαῷ διέθετο, ἐντειλάμενος αὐτοῖς γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν καὶ ἀπογόνοις, ὡς ἂν μηδεμίαν λάθοι γενεὰν, διαμένοι δὲ ἡ τοῦ νόμου διδασκαλία καὶ εἰς τοὺς μετὰ ταῦτα γενησομένους. ∆ιὸ λέλεκται· Ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ τεχθησόμενοι καὶ ἀναστήσονται, καὶ ἀναγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν. Τὸ δὲ συμπέρασμα τῆς τοῦ νόμου μελέτης καὶ ὁ σκοπὸς οὗτος ἦν, Ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα, καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσιν· ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν, γενεὰ σκολιὰ καὶ παραπικραίνουσα· γενεὰ ἥτις οὐ κατηύθυνε τὴν καρδίαν αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Τίς δὲ ἦν ἡ προτέρα γενεὰ τῶν πατέρων ἀλλ' ἢ ἐπ' αὐτοῦ Μωσέως γενομένη; δι' ἣν 23.909 δεξάμενος Μωσῆς τὰς πλάκας τῆς νομοθεσίας συνέτριψεν· οὕτως γοῦν καὶ αὐτὸς Μωσῆς γενεὰν σκολιὰν καὶ διεστραμμένην αὐτοὺς ἐκάλει, εἰς αὐτῶν πρόσωπον ἀποτεινόμενος καὶ λέγων· Τέκνα μωμητὰ, γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε; οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός; Ἀλλ' ἵνα μὴ οἱ μετὰ ταῦτα γενησόμενοι τοῖς πατράσιν ἀποτελεσθῶσιν ὅμοιοι, ἔγγραφον αὐτοῖς παρέδωκε τὸν νόμον, καὶ τὴν