323
ἐδήλωσε διὰ τῆς ἑαυτοῦ Γραφῆς· ὁ δὲ Ἀσὰφ, προφήτης ὢν, διδάσκει διὰ τῶν προκειμένων, ὡς ἐν τῷ πεδίῳ Τάνεως τὰ ἐν Αἰγύπτῳ πραχθέντα θαύματα διὰ Μωσέως ἐπετελέσθη. Λέγει δ' οὖν αὖθις προϊὼν διὰ τῶν ἑξῆς· Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως. ∆ιὰ τί δὲ ἐν τῷ τῆς Τάνεως πεδίῳ; Ἐπειδήπερ ἐν τούτῳ μάλιστα τὰ τῆς δαιμονικῆς ἐνεργείας ἐπεκράτει· τότε πολλά τε ἴσχυον κατ' ἐκεῖνο καιροῦ οἱ ἐν τῇ Τάνει ἱδρυμένοι δαίμονες. Τοῦτο δὲ δηλοῖ Ἡσαΐας ὁ προφήτης ἐν τῇ ὁράσει τῆς Αἰγύπτου λέγων· Καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως, οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται. Πῶς ἐρεῖτε τῷ βασιλεῖ, Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; Ποῦ εἰσὶν οἱ σοφοί σου, καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσάν σοι τί βεβούλευται Κύριος ἐπ' Αἴγυπτον; Ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ἀπώλοντο οἱ ἄρχοντες Μέμφεως. ∆αίμονες δὲ ἦσαν, ὡς εἰκὸς, πονηροὶ διὰ χρησμῶν καὶ μαντειῶν σοφίαν τινὰ ἐπαγγελλόμενοι, καὶ ἐν ταύτῃ τῶν κατὰ τόπους κρατούντων τῆς Αἰγύπτου σύμβουλοι γινόμενοι. Μήποτε δὲ καὶ οἱ ταῖς γοητείαις ταῖς Αἰγυπτιακαῖς προσανέχοντες, οἵ τε ἀντιστάντες Μωσεῖ ταῖς φαρμακείαις αὐτῶν, οἱ ἄρχοντες ἦσαν Τάνεως, καὶ οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως; ∆ιόπερ εἰκότως ἐν πεδίῳ Τάνεως ὁ παρὼν λόγος διδάσκει πεπρᾶχθαι τὰ διὰ Μωσέως ἐν Αἰγύπτῳ γεγενημένα. ∆ιέῤῥηξε θάλασσαν καὶ διήγαγεν αὐτοὺς, παρέστησεν ὕδατα ὡσεὶ ἀσκόν. Τὰ μὲν ἐν αὐτῇ πεπραγμένα τῇ Αἰγύπτῳ διὰ μιᾶς ἐπετέμετο λέξεως εἰπών· Ἃ ἐποίησε θαυμάσια ἐν γῇ Αἰγύπτου, καὶ προσθεὶς ὅπερ οὐκ ᾔδειμεν, ἐν πεδίῳ Τάνεως. Τίνα δὲ ἦν τὰ θαυμάσια, εἰς πλάτος μὲν ἡ Μωσέως περιέχει Γραφή· ἐπιτέμνεται δὲ ταῦτα ὁ παρὼν ψαλμὸς 23.913 ἐν τοῖς μετὰ ταῦτα λέγων· Μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα ὅπως μὴ πίωσιν. Ἐξαπέστειλεν εἰς αὐτοὺς κοινόμυιαν καὶ κατέφαγεν αὐτοὺς, καὶ τὰ τούτοις ἐπιλεγόμενα. Ταῦτα μὲν οὖν κατ' Αἰγυπτίων ἐγίνετο ἐν πεδίῳ Τάνεως· ἃ δὴ παρελθὼν ἐπὶ τοῦ παρόντος ὁ λόγος, τὰς εἰς τὸν λαὸν εὐεργεσίας προτάττει· ὡς διῆλθον τὴν θάλασσαν, εἰς πολλὰ μέρη διαιρεθέντων τῶν ὑδάτων· ὃ δὴ παρίσταται διὰ τοῦ φάσκοντος λόγου· Τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις, καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς. Φασὶ γοῦν Ἑβραίων παῖδες εἰς ιβʹ τμήματα διῃρῆσθαι αὐτὴν κατ' ἀριθμὸν τῶν ιβʹ φυλῶν τοῦ λαοῦ· ὥστε ἀφωρισμένως ἑκάστην διελθεῖν φυλὴν, κατὰ τὴν ἀπονεμηθεῖσαν αὐτῇ πορείαν. ∆ιισταμένων δὲ τῶν ὑδάτων, καὶ ξηρᾶς γῆς ἐν τῷ μεταξὺ συνισταμένης, ἀκόλουθον ἦν συνοχὴν γίνεσθαι τῶν ὑδάτων, ὡς κυρτοῦσθαι αὐτὰ συνεχόμενα πρὸς ἄλληλα καὶ ἐν αὐτῷ τῷ ἀέρι ἐπαίρεσθαι καὶ ὑψοῦσθαι κυρτούμενα καὶ μετεωριζόμενα, καὶ ὥσπερ ἐν ἀσκῷ τῷ ἀέρι περικλειόμενα· διὸ λέλεκται· Παρέστησεν ὕδατα ὡσεὶ ἀσκόν. Μετὰ δὲ τὸ τηλικοῦτον θαῦμα, ὡδήγησεν αὐτοὺς, φησὶν, ἐν νεφέλῃ ἡμέρας, ἐπισκιαζούσης καὶ σκέπην αὐτοῖς παρεχούσης τῆς νεφέλης, ὡς ἂν μὴ ὑπὸ τοῦ φλογμοῦ τοῦ ἡλιακοῦ καταπονοῖντο. Καταλλήλως δὲ τῇ τῆς ἡμέρας νεφέλῃ, στύλος πυρὸς διὰ τῆς νυκτὸς προῆγεν αὐτοὺς, ἡμέραν αὐτοῖς φωτεινὴν ἀπεργαζόμενος· διὸ λέλεκται, Καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. Ἐπὶ τούτοις λέγεται· ∆ιέῤῥηξε πέτραν ἐν, τῇ ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ. Τήρει δὲ ὅπως καὶ ἐνταῦθα τὸ πλῆθος τῶν ὑδάτων ἄβυσσον ὠνόμασεν. Ἀντὶ δὲ τοῦ, διέῤῥηξε πέτραν, ὁ Ἀκύλας, ἔσχισε πέτρους ἐν ἐρήμῳ, ἐξέδωκε, δουλεύσας τῇ Ἑβραϊκῇ γραφῇ, δι' ἧς παρίσταται, ὡς οὐ μία πέτρα ἦν ἡ ἀναβλύσασα αὐτοῖς τὰ ὕδατα, ἀλλὰ πολλαί. Ὅθεν ὁ θεῖος Ἀπόστολος ἐπισημαίνεται λέγων· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης αὐτοὺς * πέτρας· ἡ πέτρα δὲ ἦν ὁ Χριστός· ὡς ἁπανταχοῦ παρεπομένης αὐτοὺς πέτρας, καὶ κατὰ σταθμοὺς καὶ κατὰ μονὰς καὶ κατὰ πάντα τόπον παρούσης. Ἐπιτηρήσας δὲ τοῦτο καὶ ἐν τῇ Μωσέως εὑρήσεις Γραφῇ· ἐν μὲν γὰρ τῇ