324
Ἐξόδῳ εἴρηται· Καὶ παρενέβαλον ἐν Ῥαφιδεῖν καὶ οὐκ ἦν ὕδωρ πιεῖν τῷ λαῷ. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν· καὶ ἑξῆς· Εἶπε Κύριος πρὸς Μωσῆν· Προπορεύου τοῦ λαοῦ, λάβε δὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὴν θάλασσαν, καὶ πορεύσῃ. Ἰδὲ, ἐγὼ ἕστηκα πρὸ τοῦ σε ἐκεῖ ἐπὶ τῆς πέτρας ἐν Χωρέβ· καὶ πατάξω τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πίεται ὁ λαός. Καὶ ἐποίησεν οὕτως Μωσῆς. Ταῦτα μὲν οὖν ἐν Ἐξόδῳ· ἐν δὲ τοῖς Ἀριθμοῖς λέλεκται· Καὶ ἦλθον οἱ υἱοὶ Ἰσραὴλ πᾶσα ἡ συναγωγὴ εἰς τὴν ἔρημον Σεῖν, καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἠθροίσθησαν ἐπὶ Μωσῆν καὶ Ἀαρών. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν. Καὶ ἑξῆς· Ἐλάλησε 23.916 Κύριος πρὸς Μωσῆν λέγων· Λάβε τὴν ῥάβδον, καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσετε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς. Καὶ ἐξοίσεται αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν. Εἰκότως οὖν ἐπειδήπερ ἐν διαφόροις τόποις φαίνεται ἡ πέτρα χορηγήσασα τὸ ὕδωρ, περὶ μὲν τῆς προτέρας διὰ τῶν προκειμένων εἴρηται· ∆ιέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ· περὶ δὲ τῆς ἑτέρας ἑξῆς ἐπάγει· Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας, καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα. Πλὴν ἀλλὰ τοσούτων αὐτοῖς χορηγηθέντων, ὅμως προσέθεντο τοῦ ἁμαρτάνειν, καὶ ἁμαρτάνειν οὐχ ἑαυτοῖς, ἀλλ' αὐτῷ. Κατ' αὐτοῦ γὰρ τοῦ Θεοῦ τὴν ἁμαρτίαν ἡμάρτανον, ἀσεβοῦντες διὰ τῆς πρὸς αὐτὸν ἀντιλογίας. ∆ιὸ ἐπιλέγει· Παρεπίκραναν τὸν Ὕψιστον ἐν ἀνύδρῳ· ἢ κατὰ τὸν Ἀκύλαν, Τοῦ προτερίσαι Ὑψίστῳ ἐν ἀβάτῳ· ἢ κατὰ τὸν Σύμμαχον, Φιλονεικεῖν τῷ Ὑψίστῳ ἐνδίψει ἐν ἀβάτῳ. ∆ιὰ τί δὲ παρεπίκραναν τὸν Ὕψιστον ἐν ἀνύδρῳ, ἐδίδαξε Μωσῆς· μετὰ γὰρ τὸ παρασχεῖν αὐτοῖς ἐκ πέτρας τὸ ὕδωρ, ἱστορεῖ λέγων· Καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πειρασμὸς καὶ λοιδόρησις, διὰ τὴν λοιδορίαν τῶν υἱῶν Ἰσραὴλ, καὶ διὰ τὸ πειράζειν αὐτοὺς Κύριον λέγοντας· Εἰ ἔστι Θεὸς ἐν ἡμῖν, ἢ οὔ; Καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν καρδίαις αὐτῶν, τοῦ αἰτῆσαι βρῶμα ταῖς ψυχαῖς αὐτῶν. Καὶ κατελάλησαν τοῦ Θεοῦ. Ὅπως κατελάλησαν τοῦ Θεοῦ καὶ Μωσῆς διδάσκει λέγων· Καὶ ἐγόγγυζον πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐπὶ Μωσῆν καὶ Ἀαρὼν, καὶ εἶπαν πρὸς αὐτούς· Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτου, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων, καὶ ἐφάγομεν ἄρτους εἰς πλησμονήν! Ὅτι ἐξηγάγετε ἡμᾶς ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ. Καὶ μετὰ ταῦτα εἶπε Μωσῆς πρὸς τὸν λαόν· Ἡμεῖς δὲ τί ἐσμεν; οὐ γὰρ καθ' ἡμῶν ὁ γογγυσμὸς ὑμῶν ἐστιν, ἀλλὰ κατὰ τοῦ Θεοῦ. Προσέλθετε ἐναντίον τοῦ Θεοῦ, εἰσακήκοε γὰρ τοῦ γογγυσμοῦ ὑμῶν. Καὶ μετὰ ταῦτα· Ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Ἐγὼ ἀκήκοα τὸν γογγυσμὸν υἱῶν Ἰσραὴλ, καὶ τὰ ἑξῆς. Τούτων οὖν μεμνημένος καὶ ὁ παρὼν λόγος, εἶπε· Καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν καρδίαις αὐτῶν, τοῦ αἰτῆσαι βρῶμα ταῖς ψυχαῖς αὐτῶν. Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπαν· Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; Ἐπεὶ ἐπάταξε πέτραν καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δύναται δοῦναι, ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ; Ἐν μὲν οὖν τῇ ἱστορίᾳ οὐ φέρεται ταῦτα· ἐνταῦθα δὲ τετήρηται, ὡς ἄρα ταῦτα διενοήθησαν· Ἐξεπείρασαν, γάρ φησι, τὸν Θεὸν ἐν καρδίαις αὐτῶν, καὶ, Κατελάλησαν τοῦ Θεοῦ. Πῶς δὲ κατελάλησαν ἢ τάδε διανοηθέντες, εἰ καὶ μὴ χείλεσι φθεγξάμενοι, ἀλλὰ ταῖς ψυχαῖς λογισάμενοι, ἃ δὴ ὁ καρδιογνώστης εἰδὼς ἤκουσε; ∆ιὸ εἴρηται· Ἤκουσε Κύριος καὶ ἀνεβάλετο. Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας, Καὶ ἀνυπερθέτησεν, ἡρμήνευσε, τουτέστιν, οὐχ ὑπερέθετο· ὁ δὲ Σύμμαχος, Καὶ ἐχολώθη· εἶτα, Καὶ πῦρ ἀνήφθη, φησὶν, ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ. Καὶ παρὰ Μωσεῖ δὲ γέγραπται· 23.917 Καὶ ἦν ὁ λαὸς γογγύζων ἐναντίον Κυρίου, καὶ ἤκουσε