325
Κύριος, καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ· καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου, καὶ κατέφαγε μέρος τῆς παρεμβολῆς. Καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωσῆν· καὶ ηὔξατο Μωσῆς πρὸς Κύριον, καὶ ἐκόπασε τὸ πῦρ. Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἐμπυρισμός, ὅτι ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου. ∆ιὸ καὶ ἐν τῷ μετὰ χεῖρας εἴρηται· Καὶ ἀνήφθη πῦρ ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραὴλ, ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ, οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Καὶ ἔβρεξεν ἐπ' αὐτοὺς μάννα φαγεῖν, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Τὸ δὲ, Ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, αἰνίττεσθαί μοι δοκεῖ πρόσταγμα δεδόσθαι ἀγγελικαῖς δυνάμεσι, ταῖς εἰς τὰ παράδοξα τότε διακονουμέναις, δι' ὧν καὶ τὸ μάννα ἐχορηγεῖτο τῷ λαῷ. ∆ιδασκόμεθα δὲ καὶ ἐντεῦθεν, ὡς ἄρα νεφέλαι αἱ ἀγγελικαὶ δυνάμεις κέκληνται, ὡς καὶ ἐν τῷ φάσκοντι προφήτῃ· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν· ὥστε τοὺς ἀγγέλους νοεῖσθαι τὰς νεφέλας, ὥσπερ οὖν καὶ ἐνταῦθα. Καὶ εἰκός γε ἦν διὰ μὲν πονηρῶν δυνάμεων τὰς κατ' Αἰγυπτίων ἐπιτελεῖσθαι πληγὰς κατὰ τὸν φάσκοντα λόγον· Ἀπέστειλεν εἰς αὐτοὺς ὀργὴν καὶ θυμὸν, θλίψιν καὶ ἀποστολὴν δι' ἀγγέλων πονηρῶν· τὰ δὲ χρηστότερα δι' αἰσίων καὶ δεξιῶν ἀγγέλων γεγενῆσθαι. ∆ιὸ λέλεκται· Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Θύρας δὲ οὐρανοῦ ἀνοιγνυμένας τὰς οὐρανίους νόει πράξεις. Πάντα γὰρ τὰ παραδόξως ὑπὸ τοῦ Θεοῦ πεπραγμένα θεῖα καὶ οὐράνια ἦν· ἃ δὴ καὶ ἀνθρώποις ἀποκέκλειστο, ὅτε μὴ ἐγίγνετο· ὅτε δὲ παραδόξως ἐγίγνετο, ὥσπερ θύρας τινὰς οὐρανίους ἀνέῳγεν αὐτοῖς. Ἀντὶ δὲ τοῦ, Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ὁ Ἀκύλας, Ἄρτον δυναστῶν ἔφαγεν ἀνὴρ, ἡρμήνευσεν ὁ δὲ Σύμμαχος, Καὶ πυρὸν οὐράνιον παρέσχεν αὐτοῖς, ἄρτον μεγάλων ἔφαγεν ἄνθρωπος. Καὶ τήρει ὅπως ἡ Ἑβραϊκὴ φωνὴ οὐ περιέχει τὸ, Ἄρτον ἀγγέλων· ἀλλ' ἤτοι κατὰ τὸν Ἀκύλαν, ἄρτον δυναστῶν· ἢ κατὰ τὸν Σύμμαχον, ἄρτον μεγάλων· ἢ κατὰ τὸν Θεοδοτίωνα, ἄρτον δυναστῶν· ἢ κατὰ τὴν πέμπτην ἔκδοσιν, ἄρτον δυναστῶν. Ἀγγέλων δὲ, οὐδεὶς ἡρμήνευσεν. Ἐπεὶ μηδὲ τὸ Ἑβραϊκὸν τοῦτον ἔχει τὸν τρόπον, ἵνα μή τις νομίσῃ καὶ τὰς ἀγγελικὰς δυνάμεις αἰσθητῇ χρῆσθαι τροφῇ. Μέμφεται δὲ καὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐν Εὐαγγελίοις τοῖς νομίζουσιν, ὅτι ἀγγέλων ἦν τροφὴ τὸ ἐν τῇ ἐρήμῳ χορηγηθὲν τῷ λαῷ μάννα· διὸ ἔλεγεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· καὶ πάλιν· Οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, καὶ ἀπέθανον. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθνήσκῃ. Εἰ μὲν οὖν, φησὶν, οὐράνιος ἦν ἄρτος, ᾧ χρῆσθαι τοὺς ἀγγέ 23.920 λους εἰκὸς, οὐδ' ἂν ἀπέθανον οἱ ἐν τῇ ἐρήμῳ μετασχόντες ἄρτου· νῦν δὲ ἐπεὶ οὐκ ἦν οὐράνιος, οὐδὲ ἦν ἀληθῶς ἄρτος ἀγγέλων, διὰ τοῦτο ἀπέθανον. Οὗτος δέ ἐστιν ἀληθῶς οὐράνιος ἄρτος, οὗ ὁ μεταλαβὼν οὐκ ἂν ἀποθάνοι ποτέ. Καὶ τίς οὗτος ἦν διδάσκει λέγων· Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· παρίστησί τε αὐτὸν λέγων· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς μὲ οὐ μὴ πεινάσει, καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει πώποτε· καὶ αὖθις· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τοῦ ἐμοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Οὐκοῦν καὶ αἱ ἀγγελικαὶ δυνάμεις ἐκ τῆς τοῦ Λόγου μεταλήψεως αἰώνιον ζωὴν καρποῦνται. Μόνος γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος πάσης λογικῆς οὐσίας θρεπτικὸς τυγχάνει. ∆ιόπερ ἀκριβῶς ἡ Ἑβραϊκὴ ἀνάγνωσις ἐν τοῖς προκειμένοις οὐ περιέχει τὸ, Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν. Ἀπῆρεν Νότον ἐξ οὐρανοῦ, καὶ ἐπήγαγεν ἐν τῇ δυνάμει αὐτοῦ Λίβα. Καὶ ἔβρεξεν ἐπ' αὐτοὺς ὡσεὶ χοῦν σάρκας, καὶ