327
γενομένους τῶν τοῦ Θεοῦ μεγαλουργημάτων, ὅλους αὐτοὺς ἀναθεῖναι αὐτῷ· οἱ δὲ θρεμμάτων ἀλόγων δίκην τῇ τῶν σωμάτων προσεῖχον ματαιότητι, ἐν ἀλογίᾳ καὶ ἀνοίᾳ κατηγοροῦντες, καὶ μηδὲν πλέον ἐκ τῶν εἰς αὐτοὺς χορηγουμένων εἰς γνῶσιν Θεοῦ καὶ ψυχῆς σωτηρίαν ποριζόμενοι. Οὕτως οὖν ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν· οὐ μόνον, ἀλλὰ καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς ἐξέλιπον· κατὰ κοινοῦ γὰρ ἀκουστέον τοῦ, ἐξέλιπον· ἀνθ' οὗ πεποίηκεν ὁ Ἀκύλας· Καὶ συνετέλεσεν ὡς ἀτμὸν τὰς ἡμέρας αὐτῶν, καὶ τὰ ἔτη αὐτῶν κατέσπευσε. Τοῦ μὲν γὰρ ἐν ματαιότητι τὰς ἡμέρας καταναλίσκοντος καὶ τὰ ἔτη παρατρέχει κατεσπευσμένως· τοῦ δὲ τὰς ἡμέρας ἐν φωτὶ καὶ ἐν ἔργοις ἀγαθοῖς ἐκτελοῦντος αἱ ἡμέραι οὐκ ἐκλείπουσιν, ἀλλὰ πλήρεις γίνονται, καὶ τὰ ἔτη αὐτοῦ ἐντελῆ τυγχάνει καὶ μεμακρυμμένα. ∆ιὸ κἀκείνοις τοῖς μετὰ τοιαύτας παραδοξοποιίας ἐν ἀπιστίᾳ καταγηράσασιν μάταιος καὶ ἐσπευσμένως παρατρέχων ὁ χρόνος. Αὐτίκα δ' οὖν διὰ μὲν τῶν θαυμάτων καὶ τῶν εἰς αὐτοὺς εὐερ 23.924 γεσιῶν οὐδὲν πλέον ἐκτῶντο πρὸς ὠφέλειαν, διὰ δὲ τῆς μετερχομένης αὐτοὺς ὀργῆς κρείττους ἐγίγνοντο. ∆ιὸ ἑξῆς ἐπιλέγει· Ὅταν ἀπέκτεινεν αὐτοὺς, ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Μαστιζόμενοι γὰρ καὶ κολαζόμενοι, κτηνῶν ἀλόγων δίκην αἴσθησιν ἀνελάμβανον τοῦ τύπτοντος, λόγῳ μὲν ὀρθῷ μὴ σωφρονιζόμενοι· πρὸς οὓς εἶπεν ἂν ὁ λόγος· Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις. Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι τῶν μὴ ἐγγιζόντων πρὸς σέ. Πολλαὶ αἱ μάστιγες τῶν ἁμαρτωλῶν· τοὺς δὲ ἐλπίζοντας ἐπὶ Κύριον ἔλεος κυκλώσει. Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν, καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ. Ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ' αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ. Τῶν μὲν παραδόξων ἀπολαύοντες οὐκ ἐπίστευον· μαστιζόμενοι δὲ καὶ ἀποκτεινόμενοι, ἐπέστρεφον πρὸς τὸν Θεόν. Ἀλλ' οὐδὲ τοῦτο γνησίως ἐποίουν, προσποιήσει δὲ καὶ εἰρωνείᾳ μέχρι χειλέων εὐφημεῖν ἐδόκουν, οὐ μὴν καθαρῷ λογισμῷ τοῦτ' ἔπραττον· ὡς καὶ ἐπ' αὐτῶν ἁρμόττειν τὸ φῆσαν λόγιον· Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Μάτην δὲ σέβονταί με. Καὶ αὐτοὶ μὲν εἰς τοσοῦτον ἤλαυνον μοχθηρίας· ὁ δὲ, πατρὸς ἀγαθοῦ δίκην οἶκτον αὐτῶν πλείονα λαμβάνων, ἱλάσκετο ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ παρεδίδου αὐτοὺς εἰς ἐσχάτην διαφθοράν· ἀλλὰ καὶ τὸν φθοροποιὸν δαίμονα καὶ τὸν τῆς ὀργῆς ὑπηρέτην ἄγγελον τιμωρὸν, θυμὸν αὐτοῦ ὀνομαζόμενον, ἀπέστρεφεν ἐξ αὐτῶν, τὸν ἑαυτοῦ Πατέρα ὑπὲρ αὐτῶν ἱλασκόμενος. ∆ιὸ εἴρηται· Αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ διαφθερεῖ. Καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ, καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ. Ἔτι γὰρ τότε μακροθύμως αὐτοὺς ἔφερεν οὔπω εἰς τέλος αὐτοὺς ἀπωθούμενος. Κατὰ δὲ τὸν Σύμμαχον· Αὐτὸς, φησὶν, ἐλεήμων, ἐξιλάσκων ἁμαρτίας, καὶ μὴ διαφθείρων. Καὶ ἐπὶ πολὺ ἀπέστρεψεν τὴν ὀργὴν αὐτοῦ, καὶ οὐ διήγειρεν ὅλον τὸν θυμὸν αὐτοῦ. Ἐπὶ τούτοις ἄλλοτι αὐτῶν κατηγορεῖ λέγων· Καὶ ἐμνήσθη, ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον. Ἐπειδὴ γὰρ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι, καὶ ὁ κολλώμενος τῇ σαρκὶ ἓν σῶμα γίνεται, εἰκότως κρεώδεις τινὰς καὶ σαρκώδεις φησὶν αὐτοὺς γεγονέναι διὰ τὸ φιλήδονον καὶ φιλοσώματον, καὶ οὕτως αὐτοὺς γενέσθαι σάρκας. ∆ιό φησιν· Ἐμνήσθη ὅτι σάρξ εἰσι. Πῶς δὲ σάρκες ἦσαν διασαφεῖ λέγων ἑξῆς· Πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον. Τὸ γὰρ πνεῦμα τῆς σαρκὸς τοιοῦτον, γεῶδες καὶ θνητὸν καὶ ἀπολλύμενον. Τοιοῦτοι δέ τινες γεγόνεισαν καὶ οἱ ἐπὶ τοῦ κατακλυσμοῦ, περὶ ὧν εἴρητο· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· ὡς ἑτέρου μὲν ὄντος τοῦ θείου πνεύματος τοῦ κατ' ἀρχὰς ἀνθρώποις ἐμπνευσθέντος, ἑτέρου δὲ τοῦ τῆς σαρκὸς