328
πνεύματος. Τό γέ τοι τῆς σαρκὸς πνεῦμα τοιοῦτον ἂν εἴη, οἷον καὶ τὸ ἐν τοῖς ἀλόγοις ζώοις, ὅπερ ἐστὶ 23.925 πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον. Ὀνομάζει δὲ αὐτὸ οἰκείῳ ὀνόματι ὁ Ἀπόστολος, φρόνημα σαρκὸς, ἐν οἷς φησι· Τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται· τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη. Οὕτω δὲ σάρκες οἱ κατηγορούμενοι γεγόνεισαν ἐκ τοῦ φιλοσωματεῖν· ὡς καὶ περὶ αὐτῶν δικαιότατα ἂν εἰρῆσθαι τό· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ! Καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν Θεὸν, καὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν. Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ, ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος. Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ, καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως. Μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν ὅπως μὴ πίωσιν. Ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεν αὐτοὺς, καὶ βάτραχον καὶ διέφθειρεν αὐτούς. Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν, καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι. Καὶ ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ. Καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί. Μετὰ τὰ προλεχθέντα πάντα παρέμενον παραπικραίνοντες, τουτέστι πικρὸν ἑαυτοῖς τὸν Θεὸν καθιστῶντες, χρηστὸν ὄντα τῇ φύσει καὶ ἀγαθὸν καὶ γλυκὺν, τοῖς δὲ τιμωρίας ἀξίοις πικρὸν νομιζόμενον. Οὗτοι γοῦν οἱ ἐν τῇ ἐρήμῳ παρώργισαν αὐτὸν, ἑαυτοῖς τὴν ὀργὴν ἐπισπώμενοι. Καὶ πάλιν ἐπέστρεφον καὶ ἐπείραζον τὸν Θεὸν, καὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ παρώξυνον. Καὶ ταῦτα πάντα διέπραττον μὴ ἀναλαμβάνοντες τῇ μνήμῃ τὰς πάλαι δειχθείσας αὐτοῖς παραδόξους δυνάμεις· καθ' ὃν καιρὸν λυτρούμενος αὐτοὺς ἐκ χειρὸς θλίβοντος τοῦ Φαραὼ, ἠλευθέρου τῆς τῶν Αἰγυπτίων δυναστείας, διαφόρως τοὺς ἐχθροὺς αὐτῶν αἰκιζόμενος ἐν τῷ Τάνεως πεδίῳ· ἐν ᾧ πρῶτον ἐγίγνετο ἡ τοῦ ποταμοῦ εἰς αἷμα μεταβολὴ, Αἰγυπτίοις οὖσα τοιαύτη, οὐ μὴν καὶ τοῖς βοηθουμένοις. Ὅθεν καὶ τὰ ὀμβρήματα αὐτῶν, ἢ κατὰ τὸν Ἀκύλαν, αἱ κατάῤῥοιαι αὐτῶν, ἢ κατὰ τὸν Σύμμαχον, τὰ ῥεῖθρα αὐτῶν, μετεβάλλετο εἰς αἷμα. Πᾶσα γὰρ σύστασις ὑδάτων τὰ ὅμοια τῷ ποταμῷ ἔπασχεν. Ἀλλὰ τούτων οὐδεμίαν ἐποιοῦντο μνήμην οἱ κατηγορούμενοι, οὐδὲ τῇ διὰ τῆς κυνομυίας κατ' Αἰγυπτίων πληγῇ προσεῖχον τὸν νοῦν, οὐδὲ τῇ διὰ τῶν βατράχων μάστιγι, οὐδὲ τῇ διὰ τῆς ἐρυσίβης· ἀλλ' οὐδ' ὅπως δι' αὐτοὺς οἱ Αἰγύπτιοι ἀκρίδι καὶ χαλάζῃ, καὶ πάχνῃ καὶ πυρὶ παραδοθέντες ἐκολάζοντο. Τούτων δ' ἔργοις τὴν πεῖραν εἰληφότες, ἀμνήμονες ἁπάντων ἐγίγνοντο. ∆ιὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Οὐκ ἀνεμιμνήσκοντο τὴν χεῖρα αὐτοῦ, τὴν ἡμέραν ἐν ᾗ ἐῤῥύσατο αὐτοὺς ἐκ τοῦ θλίβοντος· τοῦ ποιήσαντος τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ἐν Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως· τοῦ μεταβαλόντος εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ῥεῖθρα αὐτῶν, ἵνα μὴ πίωσι· τοῦ ἐπιπέμψαντος αὐτοῖς κυνόμυιαν φα 23.928 γεῖν αὐτοὺς, καὶ βάτραχον διαφθεῖραι αὐτούς· τοῦ δόντος τῷ μυζήτῃ τὰ γεννήματα αὐτῶν, καὶ τοὺς κόπους αὐτῶν τῇ ἀκρίδι· τοῦ ἀποκτείναντος ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν καὶ τὰς συκομόρους αὐτῶν ἐν σκώληκι· τοῦ ἐκδόντος λοιμῷ τὰ κτήνη αὐτῶν, καὶ τὰ κτήματα αὐτῶν οἰωνοῖς. Ἀντὶ δὲ τοῦ, τῇ ἐρυσίβῃ, ὁ μὲν Σύμμαχος ὁμοίως τῷ μυζήτῃ, ὁ δὲ Ἀκύλας τῷ βρούχῳ, ἡρμήνευσε· καὶ πάλιν ἀντὶ τοῦ, τῇ πάχνῃ, ὁ μὲν Σύμμαχος τῷ σκώληκι, ὁ δὲ Ἀκύλας ἐν κρύει, ἐκδεδώκασι. Σεσιωπημένα δὲ ταῦτα παρὰ Μωσεῖ τὸ παρὸν λόγιον ἐδίδαξεν. Ἔοικε δὲ ἡ ἐρυσίβη καὶ ὁ μυζήτης αὐτὸς εἶναι ὁ παρὰ Μωσεῖ κεκλημένος κνίψ. Τῆς γὰρ Μωσέως Γραφῆς μνημονευούσης δέκα πληγῶν, ὁ παρὼν λόγος τοῦ αἵματος ἐμνημόνευσε καὶ τῶν βατράχων καὶ τῆς κυνομυίας καὶ τῆς ἀκρίδος καὶ τῆς χαλάζης, καὶ