329
τοῦ θανάτου τῶν κτηνῶν, καὶ τοῦ θανάτου τῶν πρωτοτόκων· σκνιπῶν τε οὐκ ἐμνήσθη, οὐδὲ τῶν φλυκτανῶν, οὐδὲ τοῦ σκότους· ἀντὶ δὲ τούτων ἐρυσίβην εἶπε καὶ πάχνην· ἀνθ' ὧν μυζήτην ἢ βροῦχον, ἢ σκώληκα, ἢ κρύος οἱ λοιποὶ ἡρμήνευσαν. Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν, καὶ τὰ κτηνὴ αὐτῶν εἰς θάνατον συνέκλεισε. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ. Πρὸς τοῖς λεχθεῖσι καὶ ταῦτα κατὰ τῶν Αἰγυπτίων ὑπὲρ τῆς σωτηρίας τοῦ λαοῦ ὁ Θεὸς εἰργάζετο· Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν. Πολλαχοῦ δὲ τῆς ὀργῆς ὀνομαζομένης καὶ τοῦ θυμοῦ, ὁ παρὼν λόγος τὴν διάνοιαν ἑρμηνεύει τῆς τοιαύτης φωνῆς ἑξῆς ἐπιλέγων· Ἀποστολὴν δι' ἀγγέλων πονηρῶν· ἢ κατὰ τὸν Σύμμαχον, Ἐπαποστολὴν ἀγγέλων κακούντων. Ἡ γὰρ τῶν κακούντων ἀγγέλων ἐπαποστολὴ ὡς πρὸς ἀνθρώπους ἐνομίζετο θυμὸς εἶναι καὶ ὀργὴ Θεοῦ. Οὐ γὰρ δὴ πάθος εἶναι ὀργῆς περὶ τὸν Θεὸν προσήκει νομίζειν· τὰς δὲ κατὰ τῶν ἀσεβῶν τιμωρίας κρίσει δικαίᾳ Θεοῦ δι' ἀποστολὴν ἀγγέλων τῶν εἰς τοῦτο τεταγμένων γιγνομένας ὀργὴν καὶ θυμὸν καλεῖσθαι. Πλὴν ἀλλὰ τοῖς Αἰγυπτίοις ἐπαποστολῆς ἀγγέλων κακούντων γενομένης, αὐτὸς ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ· κατὰ δὲ τὸν Σύμμαχον, διέστρωσε ἀτραπὸν τῇ ὀργῇ αὐτοῦ. Καί μοι δοκεῖ διὰ τούτων αἰνίττεσθαι τὴν παραδοθεῖσαν τῷ λαῷ μυστικὴν λατρείαν κατὰ τὸν καιρὸν τῆς ἐπελθούσης τοῖς Αἰγυπτίοις ὀργῆς. Τότε γὰρ διατάττεται τὴν τοῦ Πάσχα ἑορτὴν ἐπιτελέσαι, θύσαντας μὲν πρόβατον κατὰ σύμβολον τοῦ μέλλοντος ὑπὲρ ἀνθρώπων τυθήσεσθαι Ἀμνοῦ τοῦ Θεοῦ, χρίσαντας δὲ ἑαυτῶν τὰς φλιὰς τῶν οἴκων τῷ αἵματι· ὡς ἂν, τοῦτο θεασάμενος ὁ ὀλοθρευτὴς, ἀναχωρήσειε τῆς κατὰ τῶν τοῦτο πραξάντων ἐπιβολῆς. Γέγραπται γοῦν· Καὶ παρελεύσεται Κύριος πατάξαι τοὺς Αἰγυπτίους· καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς φλιᾶς, καὶ ἐπ' ἀμφοτέρων τῶν σταθμῶν. Καὶ παρελεύσεται Κύριος τὴν θύραν· καὶ οὐκ ἀφήσει τὸν ὀλοθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι. Ἀλλὰ τούτοις μὲν ὡδοποίησε τρίβον πρὸς τὸ ἐκ 23.929 φυγεῖν τὴν ὀργὴν αὐτοῦ· τῶν δὲ Αἰγυπτίων οὐκ ἐφείσατο· παρεδίδου δὲ εἰς θάνατον τὰς ψυχὰς αὐτῶν, ἀξίων ὄντων τῆς τοιαύτης τιμωρίας· ἐπειδήπερ, ἀσεβείαις ἐκδεδομένοι καὶ τῇ πολυθέῳ καὶ Αἰγυπτιακῇ δεισιδαιμονίᾳ, ἄλλῳ θανάτῳ τὰς ψυχὰς ἐτύγχανον βεβαπτισμένοι. ∆ιόπερ ὁ παρὼν λόγος οὐ κοινὸν θάνατον ἐπεληλυθέναι αὐτοῖς διδάσκει, ἀλλὰ ψυχῶν θάνατον. Ὁ γὰρ ὀλοθρευτὴς, ᾧ παρεδόθησαν, ἅμα τῇ τοῦ σώματος διαλύσει, τὰς ψυχὰς αὐτῶν παρελάμβανεν, εἰς ὄλεθρον αὐτὰς ἀπάγων. ∆ιὸ καὶ αὖθις γέγραπται· Οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν. Εἶτα διασαφεῖ λέγων ἑξῆς· Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν τῶν πόνων αὐτῶν. Ἀντὶ δὲ τοῦ, ἀπαρχὴν τῶν πόνων αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ· ὁ Σύμμαχος· Πρωτεῖον δυνάμεων αὐτῶν, ἡρμήνευσε. Τὰ γὰρ πρωτότοκα καὶ πρωτεῖον ἦν τῆς δυνάμεως τῶν γεννησάντων. ∆ιὰ μὲν οὖν τῶν πρώτων πληγῶν, ὥσπερ εἰς μετάνοιαν αὐτοὺς προσκαλούμενος διὰ τῆς ἀνοχῆς καὶ μακροθυμίας, πεφεισμένως αὐτοῖς ἐπῆγε τὰς τιμωρίας. Ἐπὶ τέλει δὲ οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν· ἀλλὰ καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισεν. Ἐπεὶ καὶ πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀνῃρεῖτο, κτηνῶν τε καὶ ἀνδρῶν. Σφόδρα δὲ ἀκριβῶς ἐπὶ μὲν τῶν ἀνθρώπων θανάτῳ φησὶ τὰς ψυχὰς αὐτῶν παραδεδόσθαι· ἦν γὰρ ὁ ὀλοθρευτὴς δαίμων, ὁ τὰς ψυχὰς αὐτῶν καὶ μετὰ θάνατον παραλαμβάνων· ἐπὶ δὲ τῶν κτηνῶν οὐκέτι ψυχῶν ἐμνημόνευσεν, ἀλλὰ μόνου τοῦ κοινοῦ καὶ σωματικοῦ θανάτου· οὐ γὰρ μετέχει ψυχῆς τὰ κτήνη τῆς μετὰ τὴν τοῦ σώματος λύσιν παραμενούσης ὁμοίως ταῖς τῶν ἀνθρώπων ψυχαῖς. Τὴν δὲ