330
αὐτὴν ἱστορίαν διαφόρως Μωσῆς τε καὶ ὁ παρὼν λόγος ἡρμήνευσεν· ὁ μὲν ὀλοθρευτὴν εἰπὼν διακονῆσαι τὸν θάνατον τῶν πρωτοτόκων· ὁ δὲ παρὼν λόγος δι' ἀγγέλων πονηρῶν ταῦτα γεγονέναι. Κἀκεῖ μὲν ὁ Μωσῆς τῷ αἵματι κεχρῖσθαι τὰς φλιὰς, καὶ τοῦτο φυλακτήριον γεγονέναι τῶν διαφυγόντων τὸν ὀλοθρευτήν· ἐνταῦθα δὲ ὡδοποιηκέναι τρίβον εἴρηται ὁ Θεὸς πρὸς τὸ ἀποφυγεῖν τὴν ὀργὴν αὐτοῦ. Ταῦτα δὲ, φησὶ, συνετελεῖτο ἐν τοῖς σκηνώμασι Χάμ· ἢ, ἐν ταῖς σκηνώσεσι Χὰμ, κατὰ τὸν Σύμμαχον· ἢ, ἐν ταῖς σκέπαις Χὰμ, κατὰ τὸν Ἀκύλαν. ∆ι' ὧν διδασκόμεθα τὴν Αἴγυπτον γεγονέναι σκηνώματα τοῦ Χάμ. Τριῶν γὰρ παίδων τοῦ Νῶε γενομένων, Σὴμ, Χὰμ, Ἰάφεθ, ὁ Χὰμ γέγονε πατὴρ τοῦ Χαναὰν, Χαναὰν δὲ πατὴρ τοῦ Μεσραῒμ, ὃς ἦν Αἴγυπτος, ἀφ' οὗ Αἰγύπτιοι πάντες· ὥστ' εἰκότως τὴν τῶν Αἰγυπτίων χώραν σκηνώματα τοῦ προπάτορος τοῦ Μεσραῒμ εἰρῆσθαι. Οὗτος δὲ ἦν ὁ Χὰμ τὴν Αἴγυπτον πρῶτος οἰκήσας. Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ τὰ ἑξῆς. Μετὰ τὴν κατὰ τῶν Αἰγυπτίων δεκάτην πληγὴν, ὅπως τὴν ἀπ' Αἰγύπτου πορείαν πεποίηνται διδάσκει φάσκων· Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ ἀνήγαγεν αὐτοὺς καὶ ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ. Καὶ ὡδήγησεν αὐτοὺς ἐν ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν. Κατὰ δὲ τὸν Ἀκύλαν· Καὶ καθωδήγησεν αὐτοὺς εἰς πεποίθησιν, καὶ οὐκ ἐπτοήθησαν· κατὰ δὲ τὸν Σύμμαχον, Ὡδή 23.932 γησεν αὐτοὺς ἀφόβους καὶ ἀπτοήτους· καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψεν ἡ θάλασσα. Καὶ ταῦτα μὲν πρότερα ἦν τῆς κατὰ τὴν ἔρημον διατριβῆς· οὐ μὴν καὶ ὁ λόγος τῇ τάξει κέχρηται τῶν πεπραγμένων· ὡς ἐν ὕμνῳ δὲ καὶ ᾠδῇ τὰ δεύτερα πρῶτα τίθησι καὶ τὰ πρῶτα δεύτερα. ∆ιὸ τὰ κατὰ τὴν ἔρημον συμβάντα, καὶ ὅσα ἥμαρτον ἐν τῇ ἐρήμῳ, καὶ ὁσάκις παρεπίκραινον προδιηγησάμενος, μετὰ ταῦτα τὴν τῶν πρώτων μνήμην ποιεῖται, ὡς ἂν τὸν λόγον περιγράψειε μὴ εἰς λυπηρὰ, ἀλλ' ἐπὶ ταῖς τοῦ Θεοῦ εὐεργεσίαις. ∆ιόπερ ἑξῆς ἐπισυνάπτει τοῖς κατὰ τὴν Αἴγυπτον ὑπὸ τοῦ Θεοῦ πεπραγμένοις, καὶ τῇ διόδῳ τῆς Ἐρυθρᾶς θαλάσσης, τὸ, Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ· τὰ κατὰ τὴν ἔρημον ἐνταῦθα ἀποσιωπήσας, διὰ τὸ προειληφέναι αὐτῶν τὴν διήγησιν. Ὄρος δὲ ποῖον ἢ τὸ Σιὼν, ἐφ' ᾧ Ἱερουσαλὴμ ὕστερον μετὰ τοὺς χρόνους τοῦ Ἀσὰφ καὶ τοῦ ∆αυῒδ ᾠκοδομήθη; εἶτ' ἐπαναλαμβάνει τὴν διήγησιν διὰ τῶν ἑξῆς λέγων· Καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη, καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας. Καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ. Μνημονεύσας τῆς εἰσόδου τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. καὶ ὡς ἀπειλήφασι τὸ ὄρος τὸ Σιὼν, ὅπερ μακροῖς ὕστερον χρόνοις ἐκτήσατο ∆αυῒδ ἐν ῥομφαίᾳ τὸν Ἰεβουσαῖον ἐλάσας, ἐπαναλαμβάνει τὴν ἱστορίαν ἐπιτεμνόμενος, ὡς μετὰ τὴν τελευτὴν Μωσέως, ἡγουμένου αὐτῶν Ἰησοῦ τοῦ Ναυῆ, παρῆλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ ὡς ἐξέβαλον τοὺς ἀλλοφύλους πολέμῳ κρατήσαντες τῆς χώρας, καὶ ὡς κλήρῳ διείλαντο σχοίνῳ μετρήσαντες τὴν γῆν. Εἶτ' αὖθις αὐτῶν κατηγορεῖ, διδάσκων, ὡς πρὸς τοῖς ἡμαρτημένοις κατὰ τὴν ἔρημον προσθήκας κακῶν ἐποιήσαντο· καὶ μετὰ τὸ κτήσασθαι τὴν γῆν, ἐπείρασαν πάλιν ἐνταῦθα καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον, καὶ τὰ μαρτύρια αὐτοῦ τὰ διὰ Μωσέως αὐτοῖς παραδεδομένα οὐκ ἐφύλαξαν· ἀλλ' ἀπέστρεψαν καὶ ἠθέτησαν, καθὼς οἱ πατέρες αὐτῶν, καὶ μετετέθησαν εἰς τόξον στρεβλόν. ∆έον γὰρ τοὺς ἐχθροὺς τοῦ Θεοῦ καὶ τὰς πολεμίους αὐτῶν δυνάμεις τὰς ἀντικειμένας τοξεύειν καὶ βάλλειν, οἱ δὲ εἰδωλολατρήσαντες τὸν Θεὸν ἔβαλλον βλασφήμοις καὶ ἀθεμίτοις λόγοις. ∆ιὸ γεγόνασιν εἰς τόξον στρεβλόν· ὃ δὴ κατ' ἀρχὰς ἐδήλου τὸ λόγιον φῆσαν· Υἱοὶ Ἐφραῒμ ἐντείνοντες καὶ βάλλοντες τόξοις, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. Πῶς δὲ ἐστράφησαν εἰς τόξον στρεβλὸν διασαφεῖ λέγων ἑξῆς· Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς καὶ ἐν τοῖς