331
γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν. Ἤκουσεν ὁ Θεὸς καὶ ὑπερίδε, καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ. Καταλέξας καὶ τὰ ἐν τῇ γῇ τῆς ἐπαγγελίας πεπραγμένα αὐτοῖς κακὰ, παρίστησιν ἑξῆς τὴν δικαιοκρισίαν τοῦ Θεοῦ, δεικνὺς, ὡς εὐλόγως μετὰ πάντα τὰ προλελεγμένα μετῆλθεν αὐτοὺς ἡ ὀργή. Ὅτε γὰρ ἐστράφησαν εἰς τόξον στρεβλὸν, καὶ ὅτε παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτὸν, τὸ τηνικαῦτα οὐδὲ ἐμβλέπειν αὐτοὺς ὁ Θεὸς τοιούτους ὄντας, ἀλλ' οὐδὲ ὁρᾷν ἠξίου· ἀλλ' οὐδὲ ἀκούειν αὐτῶν 23.933 τῆς ἀσεβοῦς φωνῆς. ∆ιὸ ἐπιλέγει· Ἤκουσεν ὁ Θεὸς καὶ ὑπερίδε, κατὰ τὸν Ἀκύλαν, καὶ ἀνυπερθέτησε· μηκέτι ἀναβολὴν μηδὲ ὑπέρθεσιν αὐτοῖς ἐνδούς· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ ἀπεδοκίμασε σφόδρα τὸν Ἰσραήλ. Οὕτως δὲ ἤκουσεν ὁ Θεὸς, ὡς καὶ ἐπὶ Σοδομιτῶν εἴρητο· Φωνὴ Σοδόμων καὶ Γομόῤῥας βοᾷ πρὸς μέ. Τῶν γὰρ ἀσεβῶν αὐτὰ κέκραγε καὶ βοᾷ τὰ τῆς ἀσεβείας πράγματα· ὧν ἀκούσας ὁ Θεὸς ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, σκήνωμα οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις. Ἐν γὰρ τῇ Σηλὼμ πρῶτον ἔστη ἡ σκηνὴ, ἔνθα ἱερᾶτο Ἡλεὶ καὶ Σαμουὴλ, ὡς παρίστησιν ἡ Γραφὴ τῶν Βασιλειῶν. Ταύτην οὖν ἀπώσατο πρώτην τὴν ἐν Σηλὼμ σκήνωσιν διὰ τὰς ἀσεβείας αὐτῶν. ∆ιὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Καὶ ἀπέῤῥιψε τὴν σκήνωσιν τὴν Σηλὼμ, καὶ τὴν σκήνωσιν τὴν ἱδρυθεῖσαν ἐν ἀνθρώποις. Ὅπως δὲ τοῖς ἀνθρώποις παρεδόθη ἡ κιβωτὸς διὰ τὰ ἀσεβήματα τοῦ λαοῦ, καὶ ὡς ἐκράτησαν αὐτῆς οἱ πολέμιοι, ἀπήγαγόν τε παρ' ἑαυτοῖς, καὶ ὡς οἱ υἱοὶ Ἰσραὴλ ἐτροπώθησαν, καὶ ὡς οἱ υἱοὶ Ἡλεὶ πεπτώκασιν, οἱ ἱερεῖς ὄντες, ὅ τε τούτων πατὴρ ὡς ἀπώλετο ἐπὶ τῇ τῶν παίδων ἀγγελίᾳ, ἡ πρώτη παρίστησι τῶν Βασιλειῶν. ∆ιὸ εἴρηται ἐνταῦθα· Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλῶ, σκήνωμα οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις. Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν. Ἀντὶ δὲ τοῦ, τὴν ἰσχὺν αὐτῶν, τὸ κράτος αὐτῶν ἡρμήνευσεν ὁ Ἀκύλας. Κράτος δὲ αὐτῶν καὶ ἰσχὺν καὶ καλλονὴν, εἰς αἰχμαλωσίαν καὶ εἰς χεῖρας θλίβοντος παραδοθέντα τίνα ἂν εἴποις ἢ τὴν κιβωτὸν, ἣν ὁ παρὼν αἰνίττεται λόγος φάσκων· Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρας ἐχθροῦ; Ἀλλὰ ταῦτα μὲν παρέδωκεν εἰς χεῖρας ἐχθροῦ, τὸν δὲ λαὸν συνέτριψεν ἐν ῥομφαίᾳ. ∆ιὸ λέλεκται κατὰ τὸν Σύμμαχον· Καὶ ἐξέδωκεν εἰς μάχαιραν τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερίδεν· καὶ δὴ ὑπεριδόντος αὐτοὺς τοῦ Θεοῦ, τὰ ἑξῆς ἐγίνετο. Τίνα δὲ ταῦτα; Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ, καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν. Κατὰ δὲ τὸν Ἀκύλαν, Οὐχ ὑπεμνήσθησαν· κατὰ δὲ τὸν Σύμμαχον, Οὐκ ἐπῃνέθησαν. Οὐκέτι γὰρ μετὰ ὕμνων καὶ ἐπαίνων συνήθως ταῖς γαμουμέναις παρεδίδοντο ἀνδράσι, κατὰ τὴν τῶν λοιπῶν ἑρμηνείαν, διὰ τὴν καταλαβοῦσαν αὐτοῖς τότε συμφοράν. Κατὰ δὲ τὴν τῶν Ἑβδομήκοντα ἔκδοσιν, αἰχμάλωτοι ἀπαχθεῖσαι, ἐν τῷ θνήσκειν αὐτὰς οὐκ εἶχον τοὺς πενθοῦντας, διὰ τὸ μὴ παρεῖναι αὐτοῖς τοὺς προσήκοντας· ἀλλὰ καὶ οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσαν (οὗτοι δ' ἦσαν οἱ τοῦ Ἡλεὶ υἱοί), καὶ αἱ χῆραι δὲ αὐτῶν οὐ κλαυσθήσονται. Καὶ ἔστιν εὑρεῖν ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν, ὅπως, τῶν υἱῶν Ἡλεὶ πεσόντων ἐν τῷ πολέμῳ, αἱ τούτων γυναῖκες, χῆραι καταλειφθεῖσαι, δεινὸν ὑπέμειναν θάνατον. ∆ιὸ λέλεκται κατὰ τὸν Σύμμαχον, Καὶ αἱ χηρευθεῖσαι αὐτῶν οὐκ ἔκλαυσαν· οὐδὲ γὰρ ὑπέστησαν, ὥστε κλαῦσαι· συναπώλοντο δὲ καὶ αὗται τοῖς τικτομένοις κατὰ τὴν φάσκουσαν ἱστορίαν· 23.936 Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συναθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· εἶθ' ἑξῆς προελθόντος τοῦ λαοῦ εἰς τὸν πόλεμον, Πταίει, φησὶν, ἀνὴρ Ἰσραήλ· καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα· καὶ ἔπεσαν ἐξ Ἰσραὴλ τριάκοντα χιλιάδες ταγμάτων· καὶ ἡ κιβωτὸς δὲ τοῦ Θεοῦ ἐλήφθη, καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλεὶ ἀπέθανον, Ὀφνεὶ καὶ Φινεές. Καὶ ἔδραμεν ἀνὴρ Ἰεμιναῖος ἐκ τῆς παρατάξεως, καὶ ἦλθεν