332
εἰς Σηλὼμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. Καὶ ἰδοὺ Ἡλεὶ ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν δίοδον· ὅτι ἦν ἡ καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ. Εἶθ' ἑξῆς εἴρηται· Καὶ Ἡλεὶ ὡς ηʹ ἐτῶν· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν, καὶ οὐκ ἔβλεπε. Καὶ ὁ ἀνὴρ προσελθὼν εἶπεν· Ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, καὶ ἐγὼ ἐκ τῆς παρατάξεως πέφευγα σήμερον. Καὶ εἶπε· Τί ἐστι τὸ γεγονὸς ῥῆμα, τέκνον; Καὶ ἀπεκρίθη τὸ παιδάριον, καὶ εἶπε· Πέφευγεν ἀνὴρ Ἰσραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ πληγὴ μεγάλη γέγονεν ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοί σου τεθνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη. Καὶ ἐγένετο, ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ, καὶ ἀπέθανεν· ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς, Καὶ νύμφη αὐτοῦ γυνὴ Φινεὲς συνειληφυῖα τοῦ τεκεῖν· καὶ ἤκουσε τὴν ἀπαγγελίαν, ὅτι ἐλήφθη ἡ κιβωτὸς τοῦ Θεοῦ, καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ἔκλαυσε καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν αἱ ὠδῖνες αὐτῆς ἐπ' αὐτήν· καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνήσκει. Καὶ εἶπαν αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ· Μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς. Καὶ ἑξῆς ἐπιλέγεται τούτοις· Καὶ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ Θεοῦ, καὶ εἰσήνεγκαν αὐτὴν εἰς Ἄζωτον. Καὶ ἔλαβον οἱ ἀλλόφυλοι τὴν κιβωτὸν Κυρίου, καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἶκον ∆αγών. Τούτων δὴ πάντων ἐπιτέμνεται τὴν μνήμην ὁ παρὼν λόγος, καὶ ἐπιλέγει· Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς καὶ κεκραιπαληκὼς ἐξ οἴνου Μετὰ τὸ ληφθῆναι τὴν κιβωτὸν ὑπὸ τῶν ἀλλοφύλων, καὶ μετὰ τὸ πραχθῆναι τὰ προλελεγμένα κατὰ τοῦ λαοῦ, τὴν ἐπισκοπὴν αὐτοῦ δεικνὺς ὁ Θεὸς, μετέρχεται τοὺς ἀλλοφύλους ἀοράτῳ δυνάμει κολάζων αὐτούς. ∆ιὸ λέλεκται· Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου· κατὰ δὲ τὸν Σύμμαχον, Ὡς δυνατὸς διαλαλῶν ἐξ οἴνου· κατὰ δὲ τὸν Ἀκύλαν, Ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου. Εἶτα διεγείρας αὐτὸς ἑαυτὸν, πατάσσει τοὺς ἐχθροὺς αὐτοῦ, δηλαδὴ τοὺς τὴν κιβωτὸν τῆς ∆ιαθήκης ἀπολαβόντας· καὶ πατάσσει αὐτοὺς εἰς τὰ ὀπίσω, δίδωσί τε 23.937 αὐτοῖς ὄνειδος αἰώνιον. Πῶς δὲ εἰς τὰ ὀπίσω ἐπάταξεν αὐτοὺς, διδάσκει ἡ ἱστορία τοῦτον ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ἔχουσα τὸν τρόπον· Καὶ ἐβαρύνθη χεὶρ Κυρίου ἐπὶ τοὺς Ἀζωτίους, καὶ ἐβασάνισεν αὐτοὺς, καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, τὴν Ἄζωτον καὶ τὰ ὅρια αὐτῆς· καὶ αὖθις· Καὶ μετῆλθε, φησὶν, ἡ κιβωτὸς τοῦ Κυρίου εἰς Γεθθά. Καὶ ἐγένετο μετὰ τὸ μετελθεῖν αὐτὴν, καὶ γίνεται χεὶρ Κυρίου ἐν τῇ πόλει κράτος μέγα σφόδρα. Καὶ ἐπάταξε τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν. Καὶ ἐξαποστέλλουσι τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς Ἀσκάλωνα· καὶ ἐβόησαν οἱ Ἀσκαλωνῖται λέγοντες· Τί ἀπεστρέψατε τὴν κιβωτὸν τοῦ Θεοῦ θανατῶσαι ἡμᾶς; Καὶ ἐπιλέγει ἑξῆς· Ὅτι ἐγενήθη σύγχυσις θανάτου ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα, ὡς εἰσῆλθεν ἡ κιβωτὸς τοῦ Θεοῦ ἐκεῖ· καὶ οἱ ζῶντες καὶ οἱ ἀποθανόντες ἐπλήχθησαν εἰς τὰς ἕδρας· καὶ ἀνέβη ἡ κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν. ∆ιὰ δὴ ταῦτα λέλεκται ἐν τῷ παρόντι ψαλμῷ· Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω· ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς. Ὄνειδος γὰρ ἦν τὸ ἐν ταῖς ἕδραις πληγῆναι αὐτοὺς, ὡς ἂν ἀκολασταίνοντας ἐν ἐκείνοις τοῖς μέρεσι. Τοὺς μὲν ἐχθροὺς οὕτως ἐτιμωρήσατο· τοὺς δὲ οἰκείους ἑτέρῳ μετήρχετο. ∆ιὸ εἴρητο· Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσήφ. Ποῖον δὲ τοῦτο ἀλλ' ἢ τὴν Σηλώμ; Ἦν γὰρ αὐτὴ τῆς κληρονομίας Ἐφραΐμ· Ἐφραῒμ δὲ τοῦ Ἰωσὴφ υἱὸς ἦν. ∆ιὸ ἐπιλέγει· Καιἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραῒμ οὐκ ἐξελέξατο· καίπερ αὐτὴν πρώτην ἐκλεξάμενος, καὶ τὸ σκήνωμα Ἰωσὴφ πρῶτον τιμήσας. ∆ιὸ καὶ ἡ Σηλὼμ εἰς ἐσχάτην ἐρημίαν κατέστη. Παιδεύει δὲ διὰ τούτων ὁ λόγος διὰ τοῦ