333
παραδείγματος τῆς Σηλὼμ μὴ μέγα φρονεῖν τοὺς ἐν τῇ Ἱερουσαλὴμ, τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ὑποδεξαμένους· πείσεσθαι γὰρ τὰ ὅμοια τοῖς πρώτοις, εἰ μὴ ἄξιοι γίνοιντο τοῦ Θεοῦ· ὃ δὴ καὶ ἀπέβη ἐν τοῖς μετὰ ταῦτα χρόνοις. Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα, τὸ ὄρος Σιὼν ὃ ἠγάπησε. Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ ἐν τῇ γῇ, ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Φυλὴν μὲν φυλῆς ἀντικατηλλάξατο, τὴν φυλὴν Βενιαμὶν ἀντὶ τῆς φυλῆς Ἰωσήφ· καὶ τόπον δὲ ἀντὶ τόπου εἵλατο, τῆς Σηλὼμ τὴν Ἱερουσαλὴμ προκρίνας· ἀλλὰ καὶ ὄρος ἀντὶ ὄρους ἠγάπησε, τὸ Σιὼν δηλαδὴ ἀντὶ τοῦ ὄρους τοῦ ἐν Σηλώμ. Εἶτά φησι· Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ· κατὰ δὲ τὸν Ἀκύλαν, Καὶ ᾠκοδόμησεν ὁμοίως ὑψηλοῖς ἁγίασμα αὐτοῦ· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ ᾠκοδόμησεν ὡς τὰ ὑψηλὰ τὸ ἁγίασμα αὐτοῦ. Ὁμοίως οὖν ὑψηλοῖς καὶ ὡς τὰ ὕψη ᾠκοδόμησε τὸ ἁγίασμα αὐτοῦ. Ἀναπέμπει δ' ἡμᾶς ὁ λόγος εἰς βαθὺ καὶ ἀπόῤῥητον νοῦν, διδάσκων, ὡς τὸ ἐπὶ γῆς ἁγίασμα τὸ ἐπὶ τῆς Ἱερουσαλὴμ καὶ τῷ ὄρει Σιὼν καταστὰν ὁμοίωσιν εἶχε τῶν ἐν τοῖς ὑψηλοῖς, καὶ ᾠκοδόμητο ὡς τὰ ὕψη κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν γενόμενον τῶν ἐν οὐρανοῖς ὑψηλῶν· ἃ δὴ καὶ ὁ Ἀπόστολος παρίστη λέγων· Ἡ δὲ ἄνω Ἱερουσαλὴμἐλευθέρα ἐστίν· καὶ, Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ. ∆ιὸ κατὰ τὸν Ἀκύλαν εἴρηται, Καὶ ᾠκοδόμησεν ὁμοίως ὑψηλοῖς ἁγίασμα αὐτοῦ· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ ᾠκοδόμησεν ὡς τὰ ὑψηλὰ τὸ ἁγίασμα αὐτοῦ· κατὰ δὲ τοὺς Ἑβδομήκοντα, Ὡς μονοκερώτων ᾠκοδόμησε τὸ ἁγίασμα αὐτοῦ· νοούντων ἡμῶν 23.940 μονοκέρωτας εἶναι τοὺς τὸ ἓν κέρας ἐπιγραφομένους κατ' οὐρανὸν, οὓς ἐδήλου λέγων ὁ Ἀπόστολος· Καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ἀλλὰ καὶ ἐν τῇ γῇ, φησὶν, ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Κατὰ δὲ τὸν Σύμμαχον, Ὡς τὴν γῆν, ἣν ἐθεμελίωσεν εἰς τὸν αἰῶνα. Τὸ γὰρ ἁγίασμα τὸ ἐν τῇ αἰσθητῇ καὶ ἐπιγείῳ Ἱερουσαλὴμ οὕτως ᾠκοδόμησεν εἰς τὴν γῆν. Ὥσπερ γὰρ ἡ γῆ μέση ἀπείληπται ὑδάτων κατὰ τὴν Γραφήν· οὕτω καὶ ἡ Ἱερουσαλὴμ μέση τῶν ἀλλοφύλων ἐθνῶν συνειστήκει. ∆ιὸ λέλεκται ἐν προφητείαις· Αὕτη ἡ Ἱερουσαλὴμ, ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτήν. Εἶτ' ἐπὶ τούτοις· Ἐξελέξατο, φησὶ, ∆αυῒδ τὸν δοῦλον αὐτοῦ, περὶ οὗ εἴρηται· Εὗρον ∆αυῒδ τὸν δοῦλόν μου, ἄνδρα κατὰ τὴν καρδίαν μου· ὃν ἐξελέξατο, οὐχ ὥστε πρῶτον ἐκ φυλῆς Ἰούδα βασιλεῦσαι μόνον, ἀλλὰ καὶ ὥστε ἄξιον κριθῆναι τοῦ προελθεῖν ἐκ σπέρματος αὐτοῦ τὸν Χριστὸν τοῦ Θεοῦ. Ἐξελέξατο δὲ αὐτὸν τῶν ἀδελφῶν πλειόνων ὄντων προκρίνας. Ἀνέλαβέ τε αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων, καὶ ἐξόπισθεν τῶν λοχευομένων. Ὁ γὰρ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνιστῶν πένητα, καὶ τὸν ∆αυῒδ ταπεινὸν ὄντα καὶ ἀπεῤῥιμμένον, ὡς μηδὲ συγκαταριθμεῖσθαι τοῖς αὐτοῦ ἀδελφοῖς, μηδὲ εἰς ἄνδρα λογίζεσθαι, ἐξελέξατο προπαιδαγωγούμενον ἐν τῇ ποιμαντικῇ, καὶ διὰ τῆς τῶν λοχευομένων θρεμμάτων προνοίας τὸ ἐπιμελὲς τῶν δεομένων κηδεμονίας ἐκδιδασκόμενον. Ἔνθεν αὐτὸν ἀναλαβὼν ἐκ τῆς τῶν ἀλόγων προβάτων ποιμαντικῆς, προήγαγεν ὁ Θεὸς καὶ κατέστησε ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ. Ὡς γὰρ δοκιμὴν δεδωκότα ἐν τῇ τῶν ἀλόγων θρεμμάτων ποιμαντικῇ, ἐπὶ τὴν λογικωτέραν καθίστη ποίμνην. Ὅπως δ' ἐποίμαινε τὰ θρέμματα παρίστη λέγων αὐτὸς πρὸς τὸν Σαούλ· Ποιμαίνων ἦν ὁ δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ· καὶ ὅταν ἤρχετο ὁ λέων ἢ ἄρκος, καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ, καὶ ἐπάταξα αὐτὸν, καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ. Καὶ ἐπανίστατο ἐπ' ἐμὲ, καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ, καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτὸν, καὶ τὸν λέοντα καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου. Καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς εἷς τούτων, ὃς ὠνείδισε παρατάξει