335
τὴν τράπεζαν τῆς προθέσεως, καὶ τὰ σπονδία, καὶ τὰς φιάλας, καὶ τὰς θυΐσκας τὰς χρυσᾶς, καὶ τὸ 23.944 καταπέτασμα, καὶ τοὺς στεφάνους, καὶ τὸν κόσμον τὸν κατὰ πρόσωπον τοῦ ναοῦ. Καὶ ἐλέπισε πάντα· καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἀποκρύφους, οὓς εὗρε. Καὶ λαβὼν σύμπαντα, ἐπιστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. Καὶ ἐποίησε φονοκτονίαν μεγάλην· καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ἰσραήλ. Καὶ ἔγραψεν ὁ βασιλεὺς πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἶναι πάντας λαὸν ἕνα, καὶ ἐγκαταλιπεῖν ἕκαστος τὰ νόμιμα αὐτοῦ. Καὶ ἀπεδέξαντο πάντα τὰ ἔθνη τὸν λόγον τοῦ βασιλέως· καί γε πολλοὶ ἀπὸ υἱῶν Ἰσραὴλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ, καὶ ἔθυσαν τοῖς εἰδώλοις, καὶ ἐβεβήλωσαν τὸ Σάββατον. Καὶ μετὰ ταῦτα εἴρηται· Καὶ ᾠκοδόμησε βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον. Καί γε ἐν πόλεσι Ἰούδα κύκλῳ ᾠκοδόμησαν βωμούς· καὶ διὰ τῶν θυρῶν τῶν οἰκείων, καὶ ἐν ταῖς πλατείαις ἐθυμίων ἐπ' αὐτούς. Καὶ τὰ βιβλία τοῦ ψαλμοῦ ἃ εὗρον κατασχίσαντες, ἐνεπύρισαν ἐν πυρί. Καὶ ἐπιλέγεται· Καὶ πολλοὶ ἐν Ἰσραὴλ ὠχυρώθησαν ἐν αὐτοῖς τοῦ μὴ φαγεῖν κοινά. Καὶ ἀπεδέξαντο ἀποθανεῖν, ἵνα μὴ μιανθῶσι τοῖς βρώμασι, καὶ ἀπέθανον. Καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ Ἰσραὴλ σφόδρα. Ταῦτα δὲ μακροῖς ὕστερον ἐπληροῦτο χρόνοις μετὰ τὰ Ἀσσύρια καὶ Μηδικὰ, καὶ μετὰ τὰ Περσικὰ καὶ μετὰ τὴν Ἀλεξάνδρου τοῦ Μακέδονος τελευτήν. Τό γε μὴν Πνεῦμα τὸ θεῖον διὰ τοῦ μετὰ χεῖρας προφήτου αὐτὰ δὴ ταῦτα θεσπίζει λέγον· Ὁ Θεὸς, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρῶμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ κύκλῳ Ἱερουσαλὴμ, καὶ οὐκ ἦν ὁ θάπτων. Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν. Ἀντὶ δὲ τοῦ, εἰς ὀπωροφυλάκιον, ὁ μὲν Ἀκύλας, εἰς λιθολογίαν, ὁ δὲ Σύμμαχος, εἰς δρυμοὺς ἐκδεδώκασι. Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου; ∆οκεῖ μοι ὁ προφήτης Ἀσὰφ μετὰ τὴν τοῦ Ἰουδαίων ἔθνους κατηγορίαν, ἣν πεποίηται ἐν τῷ πρὸ τούτου, τὰ προκείμενα καὶ ἀκολούθως ἐπάγειν, ἐξιλεούμενα ὥσπερ καὶ θεραπεύοντα τὰ διὰ τῶν ἔμπροσθεν ἐληλεγμένα. Καταλέγει γοῦν τοὺς ὑπὲρ εὐσεβείας θανάτους τῶν παρ' αὐτοῖς Ἰουδαίοις μεμαρτυρηκότων· ὧν τὰ θνησιμαῖα οἱ ἐχθροὶ τοῦ Θεοῦ ἔθεντο βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ τὰς σάρκας τῶν ὁσίων τοῦ Θεοῦ τοῖς θηρίοις τῆς γῆς. Εὐκαίρως τοίνυν ἐπὶ τούτοις ἱλάσκεται τὸν Θεὸν, ὡσανεὶ θυσίας αὐτῷ προσενηνεγμένης τοῦ θανάτου τῶν ὁσίων αὐτοῦ. ∆ιό φησιν· Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος; Ἀναπέμπων τὸν λόγον ἐπὶ τὴν μνήμην τῶν ἔμπροσθεν, δι' ὧν εἴρητο· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Βούλεται γὰρ τὴν εἰς τέλος ἀπόπτωσιν καὶ ἀποβολὴν τοῦ λαοῦ ἐπισχεθῆναι, καὶ τὰ τῆς ὀργῆς παύσασθαι διὰ τῆς μνήμης τοῦ αἵματος τῶν ὁσίων αὐτοῦ. Κατ' ἀμφότερον δὲ ἀκούσῃ τὸ, Ἕως πότε, Κύριε, 23.945 ὀργισθήσῃ εἰς τέλος· καὶ κατὰ τοὺς ἑξῆς ἐπιλεγομένους, Ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου; Ἕως πότε γὰρ καὶ τοῦτο ἔσται; Λέλεκται δὲ ὁ ζῆλος κατὰ παραβολὴν τῶν δι' ὑπερβολὴν διαθέσεως ζηλούντων τὰς ἑαυτῶν γαμετὰς, εἰ προσέχοιεν ἑτέροις ἀνδράσιν· οὕτω γοῦν καὶ ἐπὶ τοῦ Θεοῦ τὴν ἐκδίκησιν τῶν τὰς πρὸς αὐτὸν συνθήκας παραβαινόντων ζῆλον εἴωθε καλεῖν ὁ λόγος. Ἱκετεύει τοίνυν ὁ Προφήτης ἤτοι ἐξ ἰδίου προσώπου, ἢ καὶ ὡς ἐκ τῶν κατὰ τοὺς Ἀντιόχου χρόνους διασωθέντων, μετὰ τὴν πρόῤῥησιν τῶν μελλόντων ἔσεσθαι κατὰ Ἀντίοχον τὸν τῆς Συρίας βασιλέα, καθ' ὃν οἱ ὅσιοι τοῦ Θεοῦ τὸν ὑπὲρ εὐσεβείας θάνατον ὑπομεμενήκασι, παύσασθαι μὲν τὰ τῆς ὀργῆς τῆς κατὰ τοῦ λαοῦ, μετελθεῖν δὲ τοὺς ἐχθροὺς αὐτοῦ. ∆ιό φησιν· Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο. Ὅτι κατέφαγον τὸν Ἰακὼβ, καὶ τὸν