336
τόπον αὐτοῦ ἠρήμωσαν. Κατὰ καιρὸν δὲ ἐν τούτοις τοῦ Ἰακὼβ οἶμαι πεποιῆσθαι τὴν μνήμην τῆς τοῦ παλαιοῦ προπάτορος θεοσεβείας ἕνεκα. Ὡς γὰρ ὑπομιμνήσκων τὸν Θεὸν τοῦ θεοφιλοῦς ἀνδρὸς καὶ τῆς ἐκείνου ἀρετῆς, δυσωπεῖ διὰ τῆς ἐκείνου μνήμης, καὶ ἱλεοῦται τὰ παρόντα. Ἐν μὲν τῷ πρὸ τούτου ψαλμῷ, ὁπηνίκα τοῦ Ἰωσὴφ ἐμνημόνευεν, οὐ τὸν Ἰωσὴφ, ἀλλὰ τὸ σκήνωμα αὐτοῦ ἀποβεβλῆσθαι ἔλεγε διὰ τοῦ· Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραῒμ οὐκ ἐξελέξατο, τοῦ λόγου σημαίνοντος τὸν ἐν Σηλὼμ τόπον· ἐπείπερ ἐν κλήρῳ τῆς φυλῆς Ἰωσὴφ ἔκειτο ἡ Σηλώμ· ἐν τούτοις δὲ τοῦ Ἰακὼβ μέμνηται καὶ τοῦ τόπου αὐτοῦ· διὰ μὲν τοῦ Ἰακὼβ τοὺς ἀπογόνους τοῦ θεοφιλοῦς ἀνδρὸς δηλῶν, διὰ δὲ τοῦ τόπου αὐτοῦ τὴν Ἱερουσαλὴμ σημαίνων, ἣν εἰς ἔρημον ἐλθεῖν κατὰ τοὺς Ἀντιόχου συνέβη χρόνους. Εἶθ' ἑξῆς ἐπιλέγει· Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. Οἱ δ' ὑπὲρ ἀρχαίων ἁμαρτημάτων εὐχόμενοι δῆλοι ἂν εἶεν μὴ νεωτέροις ἐνεχόμενοι πταίσμασιν. Ἀντὶ δὲ τοῦ, Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα, ὁ Σύμμαχος, Τάχυνον, προκαταλαβέτω ἡμᾶς τὰ ἐλέη σου, ὅτι ἠτονήσαμεν σφόδρα, ἡρμήνευσεν. Ὥσπερ δὲ ἀθλητὴς, πολλοὺς ὑποστὰς ἀγῶνας καὶ ἄθλους ὑπομείνας πολλοὺς ἐν φροντίδι καθέστηκε, μή πη ἐξατονήσας πέσῃ· τὸν αὐτὸν τρόπον καὶ οἵδε ἱκετεύουσι προκαταληφθῆναι καὶ βοηθείας τυχεῖν. ∆ιό φασι· Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν, ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δοξῆς τοῦ ὀνόματός σου· Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου. Καὶ ταῦτα ὁ Προφήτης ἐκ προσώπου τῶν κατὰ Ἀντίοχον βασιλέα δεδιωγμένων προφέρεται· προφητικῶς τὴν εὐχὴν διὰ τῆς γραφῆς τοῖς μέλλουσι διώκεσθαι καταλιπὼν, ὡς ἂν ἔχοιεν ἐξ ἑτοίμου εἰδέναι, ὁποίοις προσήκει κεχρῆσθαι αὐτοὺς λόγοις ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς. Οὐ μὴν εἰς ἐκείνους μόνους ἵσταται τὰ λεγόμενα· ἁρμόσειε δὲ καὶ πᾶσι τοῖς τὰ παραπλήσια πεπονθόσι, ἐπεὶ καὶ ἐν τοῖς καθ' ἡμᾶς διωγμοῖς, μυ 23.948 ρίοι τὰ ὅμοια τοῖς προλεχθεῖσιν ὑπομεμενήκασιν· οἳ καὶ εὐκαίρως χρήσαιντο ταῖς προκειμέναις φωναῖς, ἐν αἷς διδασκόμεθα λέγειν· Ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς. Κἂν γὰρ ἡμεῖς μὴ ἄξιοι ὦμεν βοηθείας, ἀλλὰ τό γε ὄνομα τῆς σῆς δόξης μὴ βλασφημείσθω παρὰ τοῖς ἔθνεσιν, ὡς μὴ ἰσχῦσαν ἡμᾶς ῥύσασθαι· Καὶ ἱλάσθητι, δέ φησι, ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου. Ἀνωτέρω μὲν οὖν ἐλέγετο· Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων· ἀλλ' ἐκεῖ μὲν ἀνομιῶν· ἀνομίαι δὲ ἦσαν πάλαι ἡμῖν πεπραγμέναι πρὸ τῆς τοῦ θείου νόμου ὑπακοῆς, αἵτινες εἰκότως ἀρχαῖαι εἴρηνται. Πρὸς γὰρ τῆς τοῦ Θεοῦ γνώσεως τὰ πλημμελούμενα ἡμῖν ἀνομήματα ἦν ἀρχαῖα· νῦν δὲ, ὅτε τὰ τῆς εὐχῆς ἀναπέμπομεν, οὐκέτι μὲν ἀνομίας, ἁμαρτίας δὲ ἑαυτοῖς συνοίδαμεν· ἀλλὰ καὶ ταύτας ἱλασθῆναι ἀξιοῦμεν διὰ τὸ ἐπικεκλημένον ἡμῖν σὸν ὄνομα. Τοῦ γὰρ σαυτοῦ φειδόμενος ὀνόματος τοῦ κοσμοῦντος ἡμᾶς, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, μήποτε, λαβόντες ἡμᾶς ὑποχειρίους οἱ ἐχθροὶ, βλασφημήσωσι τὸ σὸν ὄνομα λέγοντες· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ἀλλὰ γὰρ τοῦτο μὲν, ποῦ, εἰπεῖν αὐτοῖς μὴ συγχωρηθείη· ἐμφανὴς δὲ γενόμενος σὺ αὐτὸς ὁ Σωτὴρ ἡμῶν τὴν ἐκδίκησιν ποίησαι τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου. Ταῦτα λέγειν ἐν εὐχαῖς παιδευόμεθα κατὰ τοὺς τῶν διωγμῶν καιροὺς, ἀντὶ θυσίας καὶ ὁλοκαυτωμάτων τὰ αἵματα τῶν ἁγίων μαρτύρων προβαλλόμενοι, καὶ τοιαύτας ἀναπέμποντες ἱκετηρίας. Ταῦτα δὲ καὶ πρὸ ἡμῶν οἱ ἐν τῷ Ἰουδαίων ἔθνει τὰ ὅμοια πεπονθότες κατὰ τὸν δηλωθέντα καιρὸν λέγειν ἐδιδάσκοντο· καθ' ὃν παρ' αὐτοῖς γενναῖοι μάρτυρες ἀπεδείχθησαν. Ὧν μέμνηται ἡ γραφὴ τῶν καλουμένων Μακκαβαίων· ἐν οἷς ἦν Ἐλεάζαρός τις, ἐπιφανὴς ἀνὴρ, προβεβηκὼς μὲν τὴν ἡλικίαν, τὸ δὲ μετ' εὐκλείας