337
θάνατον τῆς ζωῆς αὐτῆς προτιμήσας ὑπὲρ τῆς εἰς τὸν Θεὸν εὐσεβείας. Ἀλλὰ καὶ μήτηρ ἑπτὰ παίδων θαυμασία τις καὶ ὑπὲρ πάντα λόγον ἐναθλήσασα τῷ μαρτυρίῳ· παῖδές τε ταύτης ἑπτὰ διαφόροις ὑποστάντες ἄθλοις, ἐξαίσιον ἀρετὴν καρτερίας ἐνεδείξαντο. Ἄλλοι τε παρὰ τούτοις πλεῖστοι ὅσιοι, ὧν τῆς τελευτῆς καὶ τῶν αἱμάτων τῆς ἐκχύσεως διὰ τῆς εὐχῆς μνημονεύων ὁ λόγος φησί· Καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου. Οἱ μὲν τὰ αἵματα ἑαυτῶν ὥσπερ σπονδὰς ὑπὲρ τοῦ παντὸς ἔθνους ἐκδεδώκασιν· οἱ δὲ, μὴ τὰ ὅμοια τούτοις πεπονθότες, ἄλλῳ τρόπῳ τὸν ὑπὲρ εὐσεβείας ὑπέμειναν ἀγῶνα, ἔργοις καὶ δεσμοῖς πεδούμενοι. Ὧν καὶ αὐτῶν τοὺς στεναγμοὺς καὶ τὰς ὀδύνας καὶ τοὺς πόνους εὐκαίρως διὰ τῆς εὐχῆς ἀναμιμνήσκει λέγων· Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων. Πεπεδημένους δὲ οὐκ ἂν ἁμάρτοις εἰπὼν καὶ τοὺς ἐν τοῖς θνητοῖς σώμασι πάντα τὸν τῆς ζωῆς αὐτῶν βίον κατατρυχομένους. Ὁποῖος ἦν Παῦλος λέγων· Ἡμεῖς οἱ ζῶντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι· καὶ πάλιν· Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ 23.949 σώματος τοῦ θανάτου τούτου; Τοιοῦτοι δὲ ἦσαν καὶ οἱ τοῦ Θεοῦ προφῆται, καὶ πάντες οἱ μὴ καθηδυπαθοῦντες ἐν τοῖς ἑαυτῶν σώμασι, μηδὲ τρυφῇ καὶ ἡδονῇ σχολάζοντες· τοὔμπαλιν δὲ πιέζοντες ἑαυτῶν τὴν ζωὴν ἀσιτίαις καὶ πόνοις καὶ ταῖς ἄλλαις ἀσκητικαῖς κακοπαθείαις· οἳ καὶ οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ παντὸς λαοῦ ἐκ βάθους καρδίας πρὸς τὸν Θεὸν ἔστενον. ∆ιὸ λέλεκται· Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων. Τίνες δέ εἰσι οἱ ταῦτα διδασκόμενοι λέγειν, ἑξῆς παρίστησι φάσκων· Περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Ἡμεῖς μὲν γὰρ οὐ κατηξιώμεθα μέχρι θανάτου ἀγωνίσασθαι, οὐδὲ ὑπὲρ Θεοῦ κενῶσαι τὰ ἑαυτῶν αἵματα· ἀλλ' ἐπειδὴ τῶν ταῦτα πεπονθότων ἐσμὲν υἱοὶ, σεμνυνόμενοι ἐπὶ τῇ τῶν πατέρων ἀρετῇ, δεόμεθα δι' ἐκείνους ἐλεηθῆναι. ∆ιό φαμεν· Περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε. Ἡμεῖς δὲ λαός σου καὶ πρόβατα νομῆς σου, ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα. Εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου. Ἡμᾶς μὲν περιποίησαι, εἰ καὶ μὴ δι' ἡμᾶς, ἀλλὰ διὰ τοὺς πατέρας. Τοῖς δὲ γείτοσιν ἡμῶν, τουτέστι τοῖς ἐπανισταμένοις ἡμῖν καὶ τὸν καθ' ἡμῶν πόλεμον διεγείρουσιν, ἀπόδος τὰ ἀμοιβαῖα, πολυπλασιάζων τὴν ὀφειλομένην αὐτοῖς ὑπὲρ ὧν ἔδρασαν τιμωρίαν, μὴ τοῖς καθ' ἡμῶν ἀρκεσθέντες κακοῖς, ἀλλ' ἤδη καὶ σὲ τὸν ἐπὶ πάντων Κύριον βλασφήμοις καὶ ὀνειδιστικοῖς περιβάλλοντες λόγοις. Ἀλλ' ἐκείνοις μὲν, φησὶν, ἀπόδος τὴν ἀξίαν τιμωρίαν πρὸς ὠφελείας αὐτῶν γενησομένην, ἐπιστρεφομένων καὶ σωφρονιζομένων δι' αὐτῆς· ἡμᾶς δὲ σῶζε, τοὺς υἱοὺς τῶν τεθανατωμένων· οἳ, εἰ καὶ μὴ τοῖς πατράσι γεγόναμεν ὅμοιοι, ἀλλ' ὅμως σου τυγχάνομεν λαὸς καὶ τῆς σῆς νομῆς πρόβατα· διὸ ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα, εὐχαριστοῦντες δηλαδὴ καὶ τοὺς πρέποντας ὕμνους καὶ δοξολογίας ὑπὲρ ὧν εὖ πεπόνθαμεν σοὶ τῷ πάντων ἀγαθῶν δοτῆρι Θεῷ ἀναπέμποντες. Ἐφεξῆς τε κατὰ γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου παισὶν ἡμετέροις καὶ παίδων παισὶ, διαδόχοις τε αὐτῶν τοῖς μετὰ ταῦτα γενησομένοις, ὥσπερ ἀγαθὸν κλῆρον παραδώσοντες τῆς αἰνέσεως τὰ σωτήρια μαθήματα. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΩΝ, ΜΑΡΤΥΡΙΟΝ ΤΩ ΑΣΑΦ. ΟΘʹ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ. Τέσσαρές εἰσιν οἱ ἐπιγεγραμμένοι, Ὑπὲρ τῶν ἀλλοιωθησομένων· δύο μὲν τοῦ ∆αυῒδ, ὁ νθʹ καὶ ὁ ξηʹ, τῶν δὲ υἱῶν Κορὲ εἷς, ὁ μδʹ, καὶ τοῦ Ἀσὰφ ὡσαύτως ὁ μετὰ χεῖρας. Ὁ μὲν