338
οὖν νθʹ ἀπόπτωσιν τοῦ Ἰουδαίων ἔθνους ἐδήλου καὶ κλῆσιν ἐθνῶν· ἔλεγε δ' οὖν ἀρχόμενος, Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης, καὶ τὰ τούτοις ἑξῆς. Εἶτα προϊὼν, ἐπῆγε· Μωὰβ λέβης τῆς ἐλπίδος μου. Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ἐφιλίασαν· ἢ, ὑπετάγησαν. Ὡσαύτως καὶ ὁ ξηʹ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων ἐπιγεγραμμένος, τὰ πάθη τοῦ Σωτῆρος καὶ τὴν τοῦ Ἰσραὴλ ἀποβολὴν παρίστησι λέγων· Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, 23.952 καὶ τὸν νῶτον αὐτὸν διαπαντὸς σύγκαμψον. Ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς. Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν· ὅτι ὃν σὺ ἐπάταξας κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν. Οὗτοι μὲν οὖν οἱ τοῦ ∆αυΐδ. Τῶν δὲ υἱῶν Κορὲ ὁ μδʹ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων τὴν ἐπιγραφὴν ἔχων, ᾠδὴν ἀνέπεμπε ὑπὲρ τοῦ Ἀγαπητοῦ, οὗ τὴν παρουσίαν θεσπίσας ἐπισυνῆπτε τὴν κλῆσιν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τοῦτον αἰνιττόμενος τὸν τρόπον· Ἄκουσον, θύγατερ, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσουσιν αὐτῷ, θυγάτηρ Τύρου ἐν δώροις. Κατὰ τὸν αὐτὸν οὖν τρόπον καὶ ὁ μετὰ χεῖρας Ὑπὲρ τῶν ἀλλοιωθησομένων ἐπιγεγραμμένος, καὶ εἰς τὸ τέλος ἀναπέμπων, Χριστοῦ παρουσίαν, τοῦ τε Ἰουδαίων ἔθνους τὴν αἰχμαλωσίαν καὶ τὸν ἐμπρησμὸν τῆς Ἱερουσαλὴμ ὃν πέπονθεν ὑπὸ Βαβυλωνίων προαναφωνεῖ. Πρῶτον μὲν οὖν διεξέρχεται τὴν ἀπ' Αἰγύπτου τῶν Ἰουδαίων ἔξοδον, καὶ τὴν κατοίκησιν αὐτῶν τὴν ἐπὶ τῆς τῶν Παλαιστίνων γῆς· ἔπειτα συνάπτει τὴν μετὰ ταῦτα εἰσελθοῦσαν αὐτοῖς πολιορκίαν ὑπὸ Ἀσσυρίων καὶ Βαβυλωνίων καὶ πρὸς τούτοις ἱκετηρίαν ἐκτίθεται ὑπὲρ τῆς τοῦ Χριστοῦ ἐπιφανείας· ταῦτα δὲ κατὰ μέρος δειχθήσεται ἐν τῇ τῶν προφητευομένων ἑρμηνείᾳ· κατὰ δὲ τὴν ἀρχὴν ἀνακαλεῖται ὁ ψαλμὸς τὸν ποιμαίνοντα τὸν Ἰσραήλ· οὗτος δὲ ἦν ὁ τοῦ Θεοῦ Λόγος, ὡς πολλάκις ἀπεδείξαμεν παριστῶντες, μὴ τὸν ἐπέκεινα τὸν ὅλων Θεὸν εἶναι τὸν ὦφθαι τῷ Ἀβραὰμ ἐν ἀνδρὸς σχήματι ἀναγεγραμμένον, καὶ τῷ Μωϋσεῖ κεχρηματικέναι, καὶ ἐν τῇ ἐρήμῳ προωδευκέναι τοῦ λαοῦ· εἶναι δὲ τοῦτον οὐδέτερον τοῦ ἐν Εὐαγγελίοις εἰρηκότος· Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· καὶ, Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ ἶδε καὶ ἐχάρη. Αὐτὸν δὴ οὖν ἐπὶ τοῦ παρόντος ἀνακαλεῖται φάσκων· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες, καὶ τὰ ἑξῆς, ἐπιφάναι τε τὸ πρόσωπον αὐτοῦ ὑπὲρ τῆς κοινῆς ἁπάντων σωτηρίας ἀντιβολεῖ, τήν τε παρουσίαν αὐτοῦ ᾗ τάχος γενέσθαι ἀξιοῖ λέγων· Ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ, εἰς τὸ σῶσαι ἡμᾶς. Τρίτον δὲ εἰπὼν, Ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα, τὸν τρόπον τῆς ἐπιφανείας παρίστησιν ἑξῆς ἐπιλέγων· Γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Τὸν γὰρ ἀσώματον τοῦ Θεοῦ Λόγον ἀξιοῖ δι' ἀνδρὸς δεξιᾶς αὐτοῦ καὶ διὰ Υἱοῦ ἀνθρώπου τὴν εὐεργετικὴν αὐτοῦ δύναμιν δωρήσασθαι τοῖς πᾶσι. Τῆς μὲν οὖν σωτηρίου θεοφανείας τὴν μνήμην τοῦτον ἐποιήσατο τὸν τρόπον, τὴν δὲ τοῦ Ἰσραὴλ ἀπόπτωσιν ὡδέπη θεσπίζει λέγων· Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς; δηλονότι τῆς ἀμπέλου, ἣν ἐξ Αἰγύπτου μετήγαγε, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν. Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μο 23.953 νιὸς ἄγριος κατενεμήσατο αὐτήν. Ἐμπεπυρισμένη ἐν πυρὶ καὶ κατεσκαμμένη. Ταῦτα περὶ τῆς ἀμπέλου διελθὼν, τὴν τοῦ Ἰουδαίων ἔθνους ἐθέσπιζεν ἐρημίαν. Εἰκότως οὖν ἐν τῇ προγραφῇ καὶ μαρτύριον κέκληται τὰ λεγόμενα· μαρτύριον γὰρ ταῦτα ἔσεσθαι, καὶ διεμαρτύρατο. Ὅθεν παρὰ τῷ Συμμάχῳ καὶ παρὰ τῷ Ἀκύλᾳ