339
μαρτυρία εἴρηται. Ἀντὶ δὲ τοῦ, ὑπὲρ τῶν ἀλλοιωθησομένων, ὁ μὲν Σύμμαχος, ὑπὲρ τῶν ἀνθῶν, ὁ δὲ Ἀκύλας, ὑπὲρ τῶν κρίνων, ἡρμήνευσαν· ἄνθεσι καὶ κρίνοις τὴν πρόσκαιρον βραχὺν γενομένην ποτὲ τοῦ Ἰουδαίων ἔθνους εὐπραγίαν παραβάλλοντος τοῦ λόγου. Ἀναπέμπει δῆτα ὁ Προφήτης ἱκετηρίαν πρὸς τὸν πάλαι ἐφορῶντα καὶ ἐπισκοποῦντα τὸν Ἰσραὴλ τοῦ Θεοῦ Λόγον, καὶ τοῦτον ἀνακαλούμενός φησιν· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες· οὕτω δὲ δυσωπεῖ ὑπομιμνήσκων τῆς πάλαι αὐτοῦ ἐπισκοπῆς. Τοῖς γὰρ σοῖς, φησὶ, θρέμμασι καὶ τοῖς σοῖς προβάτοις πρόσχες, ὁ ποτὲ ποιμάνας αὐτά. Εἰ γὰρ καί ποτε ἄλλοτε τὴν ποιμαντικὴν ὑπέμεινας ἀνθρώπων φροντίδα, ὡδήγησάς τε τὸν ἐν ἀνθρώποις γενόμενόν σου λαὸν, τούτων αὐτῶν μνήσθητι· καὶ μὴ παρίδῃς οὓς τοσαύτης ἠξίωσας προνοίας. Πρόσχες οὖν, φησὶ, καὶ κατανόησον ὁποῖα πέπονθεν ἡ σὴ ποίμνη, καὶ ὡς ἐλυμήνατο αὐτοὺς ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτὴν, καὶ ὡς γέγονεν ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου. ∆ιδάσκει δὲ ταῦτα ἐν Πνεύματι ἁγίῳ ὁ Προφήτης τὸ Ἰουδαίων ἔθνος, μελετᾷν καὶ ἀπαγγέλλειν προλαβὼν τοὺς χρόνους καὶ τὰ πράγματα· ἵν' ἐπειδὰν ἐπιστῇ καὶ δι' ἔργων χωρήσῃ τὰ προπεφητευμένα, δέχοιεν ἐξ ἑτοίμου τῆς πρὸς τὸν Θεὸν ἱκετηρίας τὴν γνῶσιν. Τίς δέ ἐστιν ὁ ποιμαίνων τὸν Ἰσραὴλ, αὐτὸς παρίστησιν ὁ εἰπών· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκουσί με τὰ ἐμά· καὶ αὖθις· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Αὐτὸς δὲ ἦν καὶ ὁ τὸν Ἰωσὴφ ὡσεὶ πρόβατον ὁδηγῶν ἤτοι τὴν φυλὴν, ἢ τὸ πᾶν Ἰουδαίων ἔθνος μεταφορικῶς ἀπὸ μιᾶς ὀνομάζων φυλῆς τῆς τοῦ Ἰωσήφ· ἢ καὶ μᾶλλον αὐτὸν τὸν ἄνδρα τὸν τῆς φυλῆς προπάτορα. Ἐπειδὴ συνῆν αὐτῷ ἐπιβουλευομένῳ ὑπὸ τῶν ἀδελφῶν, καὶ πιπρασκομένῳ τοῖς Ἰσμαηλίταις, καὶ εἰς Αἴγυπτον καταγομένῳ, καὶ τῷ Πετεφρῇ δουλεύοντι, τήν τε ἀκόλαστον δέσποιναν ἀποστρεφομένῳ, ὡς εἰς δεσμωτήριόν τε καθειργμένῳ. Ἐν πᾶσι γοῦν τούτοις ἐπισημαίνεται ἡ Μωϋσέως γραφὴ λέγουσα· Καὶ ἦν Κύριος μετὰ Ἰωσήφ. Ὅθεν μοι δοκεῖ κυριώτερον ἡρμηνευκέναι ὁ Θεοδοτίων φήσας· Ὁ καθοδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ. Οὕτω δ' ἂν εἴποις καὶ πεποιμάνθαι αὐτὸν τὸν Ἰσραὴλ τὸν πρῶτον χρηματίσαντα ταύτῃ τῇ προσηγορίᾳ. Ἦν δὲ οὗτος Ἰακὼβ, ὁ παῖς τοῦ Ἰσαάκ.Ἐπεὶ κἀκεῖνος μόνος εἰς τὴν μέσην τῶν ποταμῶν καταβὰς μετὰ τῆς εἰς τὸν Θεὸν ἐλπίδος, αὐτὸν εὕρατο ποιμένα τὸν συνόντα αὐτῷ τοῦ Θεοῦ Λόγον, τὸν τὰς ἐπιφανείας αὐτῷ πεποιημένον. Εὐκαίρως οὖν δυσωπῶν ὁ λόγος τὸν Θεὸν, οὐ βούλεται μὲν τοῦ πλήθους 23.956 τῶν ἀσεβῶν μνημονεύειν· ἑνὸς δὲ καὶ δευτέρου τῶν πάλαι θεοφιλῶν ἀνδρῶν μνήμην ποιεῖται, διὰ τῆς τῶν προπατόρων ἀρετῆς καὶ θεοσεβείας τοὺς ἐξ αὐτῶν γενομένους ἐλέου τυχεῖν ποτνιώμενος. Ὁ δὲ αὐτὸς οὗτος ὁ τῶν ἁγίων ἀνδρῶν ποτε γενόμενος ποιμὴν, καὶ τοῖς χερουβὶμ ἐποχούμενος ἦν. Ποίοις δὲ χερουβὶμ ἢ τοῖς παρὰ τῷ Ἐζεκιὴλ τεθεωρημένοις, ὧν εἰκόνας καὶ σύμβολα Μωϋσῆς διὰ χρυσοῦ ὑπεράνω τῆς κιβωτοῦ κελευσθεὶς ἐποίει; Μέμνηται δὲ τῶν χερουβὶμ ὁ Ἐζεκιὴλ, τοῦτον λέγων τὸν τρόπον· Καὶ εἶδον, καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τοῦ χερουβὶμ ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπ' αὐτῷ. Καὶ μεθ' ἕτερά φησι· Καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ αἰθρίου τοῦ οἴκου, καὶ ἐπέβη ἐπὶ τὰ χερουβίμ· καὶ ἀνέλαβε τὰ χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξελθεῖν αὐτὰ, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν. Καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης τοῦ οἴκου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ Ἰσραὴλ ἦν ἐπ' αὐτῶν ὑπεράνω. Ὁρᾷς ὅπως ἐν τούτοις τὸ ἅρμα τοῦ Θεοῦ διαγράφεται, περὶ οὗ λέλεκται ἐν ἑτέρῳ, Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον χιλιάδες εὐθηνούντων; Χερουβὶμ δὲ ἦν τὸ ἅρμα, ὡς ὑπὲρ κεφαλῆς θρόνου ὁμοίωμα, καὶ ἐπὶ τούτῳ δόξα Κυρίου. Τίς δὲ ἡ δόξα Κυρίου ἦν κατ' ἀρχὰς τῆς