340
βίβλου δηλοῦται, ἔνθα εἴρηται· Ὑπεράνω τῶν χερουβὶμ ὡς ὅρασις ἦν λίθου σαπφείρου, ὁμοίωμα θρόνου ἐπ' αὐτοῦ· καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν. Καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος ἕως ἄνω· καὶ ἀπὸ ὁράσεως ὀσφύος ἕως κάτω, ὡς ὅρασις πυρὸς, καὶ φέγγος αὐτοῦ κύκλῳ· καὶ ἐπιλέγει· Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου. Ὁρᾷς ὅπως ὁ λόγος τὴν ἐπὶ τοῦ θρόνου ὀχουμένην δόξαν Θεοῦ διερμηνεύων εἶδος ἀνθρώπου διέγραψε; Τί δ' ἂν γένοιτο τοῦτο τὸ εἶδος τοῦ ἀνθρώπου, ὅπερ οὐκ αὐτὸς ὁ Θεὸς, ἀλλὰ δόξα τοῦ Θεοῦ εἴρηται, ἢ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· ὃν ποτὲ μὲν δόξαν Θεοῦ τοῦ Πατρὸς ὀνομάζει, ποτὲ δὲ εἶδος ἀνθρώπου δι' ὃν ἀνείληφεν ἄνθρωπον; οὗ τὰ μὲν τῆς θεολογίας ἠλέκτρῳ τῷ πάσης ὕλης τιμαλφεστέρῳ παρεικάζετο, τὰ δὲ ἀπὸ ὀσφύος καὶ κάτω, πὴ μὲν ὁράσει πυρὸς, πὴ δὲ φωτὸς φέγγει· ἐπειδὴ τὰ ἐκ γενέσεως μέτοχα, καὶ οἱ ἐπὶ γῆς ἄνθρωποι διαφόρων αὐτοῦ δυνάμεως ἐπιδέονται· οἱ μὲν φωτὸς ἄξια πράξαντες τῆς φωτιστικῆς ἐνεργείας, οἱ δὲ τὰ πυρὸς ἄξια τῆς καυστικῆς καὶ τιμωροῦ δυνάμεως. Τῶν δ' οὐρανίων εἰκόνας καὶ σύμβολα κατασκευάσαι Μωϋσῆς κελευσθεὶς, τὰ χερουβὶμ ἀπὸ χρυσοῦ κατεσκεύασεν· ἐπέκειτό τε ταῦτα τῇ κιβωτῷ, μέσον ἔχοντα τὸ ἱλαστήριον ἐκ χρυσοῦ πεποιημένον· καὶ ἦν τὸ ἱλαστήριον μέσον τῶν χερουβὶμ ἡνιόχου δίκην ἐπικείμενον αὐτοῖς· ὥστ' εἶναι εἰκόνα καὶ τύπον τὸ ἀπὸ χρυσοῦ πεποιημένον ἱλαστήριον τοῦ ἐν τῷ προφήτῃ Ἐζεκιὴλ ὑπὲρ τὰ χερουβὶμ ὀφθέντος· ὃν ἀποδείκνυμεν εἶναι τὸν Λόγον τοῦ Θεοῦ. Ὅθεν ὁ θεῖος Ἀπόστολος ἱλαστήριον αὐτὸν καλεῖ λέγων· Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι. Ταῦτα δὲ τυπικῶς παρὰ Μωϋσεῖ διὰ χρυσοῦ πεποιημένα, λέγω δὲ τὰ χερουβὶμ καὶ τὸ ἱλαστήριον, προηγεῖτο τοῦ ἐν τῇ ἐρήμῳ λαοῦ κατὰ πρόσωπον Ἐφραῒμ καὶ Βενιαμὶν καὶ Μανασσῆ. Ἐν γὰρ τῇ πορείᾳ τῶν ιβʹ φυλῶν ἔμπροσθεν μὲν τῆς κιβωτοῦ παρενέβαλον φυλαὶ τρεῖς, Ἰούδα, καὶ Ἰσάχαρ, καὶ Ζαβουλών· εἵποντο δὲ τῇ κιβωτῷ ὁμοίως φυλαὶ τρεῖς, Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ, κατὰ νώτου ἀκολουθοῦσαι τοῖς χερουβίμ. ∆ιὸ λέλεκται ἐνταῦθα· Ἐμφάνηθι καθ 23.957 ήμενος ἐπὶ τῶν χερουβὶμ ἐναντίον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ. ∆ιὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· Καθήμενε τοῖς χερουβὶμ, ἐπιφάνηθι εἰς πρόσωπον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ. Σὺ γὰρ, φησὶν, ὁ εἰς πρόσωπον καὶ ἐνώπιον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ προπορευόμενος ἐμφάνηθι. Ἀνακαλεῖται δὲ ἐν τούτοις τὸν τοῦ Θεοῦ Λόγον ὁ Προφήτης ἀπὸ τῶν γνωριζομένων τῷ λαῷ τὴν ἐπίκλησιν ποιούμενος· ἀλλ' οὐκ ἀπὸ τῆς θεοπτίας, τῆς τῷ Προφήτῃ Ἐζεκιὴλ τεθεαμένης. ∆υσωπεῖ δὲ τὸν παρακαλούμενον διὰ τῆς εὐχῆς· Εἰ γὰρ ὑπέμεινας, φησὶ, καιρῷ τινι προοδεῦσαι ἀνθρώπων, καὶ τῶν προλεχθεισῶν ἡγήσασθαι φυλῶν, καὶ νῦν τοῖς αὐτοῖς χειμαζομένοις καὶ ἀπολλυμένοις ἐμφάνηθι· καὶ σύ γε αὐτὸς, ὁ καὶ τότε ποιμάνας καὶ προηγησάμενος τοῦ λαοῦ, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Ἱκετεύει τε ἐν τούτοις τὴν εἰς ἀνθρώπους αὐτοῦ ἄφιξιν ποιήσασθαι καὶ τοὺς ἀποστραφέντας καὶ ἐν ἀποπτώσει γενομένους πάλιν ἀναλαβεῖν, πάλιν καὶ εἰς αὐτὸν ἐπιστρέψαι ποιῆσαι. ∆ιὸ λέγει· Ὁ Θεὸς, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σοῦ; Ὁ λεγόμενος ἐπὶ τοῦ παρόντος Κύριος καὶ Θεὸς τῶν δυνάμεων, αὐτὸς ἦν ἐκεῖνος ὁ ποιμαίνων τὸν ἀληθινὸν Ἰσραὴλ, καὶ ὁδηγήσας ὡσεὶ πρόβατον τὸν Ἰωσὴφ, καὶ ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ· προοδεύων τε ἐναντίον Ἐφραῒμ καὶ Βενιαμὶν καὶ Μανασσῆ. Κύριος δὲ καὶ Θεὸς τῶν δυνάμεων εἴρηται, ὡς ἐν ἑτέροις ἀρχιστράτηγος δυνάμεως Κυρίου καὶ μεγάλης βουλῆς Ἄγγελος. Τῷ μὲν οὖν διαδόχῳ Μωϋσέως Ἰησοῦ, ἐν σχήματι ἀνδρὸς φανεὶς, ἑαυτὸν ὡμολόγει ὅστις ἦν λέγων· Ἐγώ εἰμι ἀρχιστράτηγος δυνάμεως Κυρίου.