342
παρὰ τοῦ Θεοῦ Λόγου τυχοῦσα ἡ δηλωθεῖσα ἄμπελος, εἰκότως ἐπλήρωσε τὴν γῆν, ὡς ὄρη μὲν ἐπισκιάσαι, κέδρους δὲ καλύψαι ταῖς αὐτῆς ἀναδενδράσιν, ἐκτεῖναι δὲ τὰ κλήματα ἕως θαλάσσης, καὶ τὰς φυάδας μέχρι ποταμῶν. Ταῦτα πάντα ὑπῆρξεν αὐτῇ. Καὶ ἐπειδὴ τοσούτων ἠξιώθη, εἰκότως ὁ λόγος ὡς ἐν εὐχῇ τοῦτον ὑπομνήσας τὸν γεωργὸν, δυσωπεῖ διὰ τῆς ἱκετηρίας καί 23.961 φησι πρὸς αὐτόν· Ἐπειδὴ τοσαύτης κατηξίωσας προνοίας καὶ ἐπιμελείας τὴν εἰρημένην ἄμπελον, φιλανθρωπίᾳ καὶ χάριτι πάντα ταῦτα εἰς αὐτὴν ἐνδειξάμενος, τίς οὐκ ἂν ἀμηχανήσειε καὶ εἰς ἀπορίαν ἐμπέσοι ζητῶν, Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καταπατεῖν τε αὐτὴν ἅπασι τοῖς ἐθέλουσι συνεχώρησας· ὡς τρυγᾷν αὐτὴν τοὺς βουλομένους, μηδενός τε περιφράττοντος, ποτὲ μὲν ὗν ἐκ δρυμοῦ λυμαίνεσθαι αὐτὴν, ἄλλοτε δὲ μονιὸν ἄγριον καταβόσκεσθαι αὐτήν; Ἀλλὰ γὰρ πρὸς ταύτην τὴν ἐπαπόρησιν ἀποκρίνεται διὰ Ἡσαΐου τοῦ προφήτου, ὥσπερ ἀπολογούμενος ὁ γεωργὸς, καὶ τὴν αἰτίαν παρίστησι λέγων· ∆ιότι ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ταῦτα δ' ὅτι περὶ τοῦ Ἰουδαίων λέλεκται λαοῦ, οὐδεὶς ἂν ἀμφιβάλοι. Νοήσεις δὲ ὅπως ἐκάλυψεν ὄρη ἡ σκιὰ τῆς ἀμπέλου, ἐπιστήσας, ὡς σκιὰν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, ποτὲ μὲν ἐπὶ τοῦ ὄρους συνετελεῖτο τοῦ ἐν Σηλὼμ, ἔνθα τὸ πρότερον ἵδρυτο ἡ σκηνὴ, ποτὲ δὲ ἐπὶ τοῦ Σιὼν ὄρους καὶ τῆς Ἱερουσαλὴμ, καὶ αἱ ἀναδενδράδες δὲ αὐτῆς ἐκάλυψαν τὰς κέδρους τοῦ Θεοῦ. Τίνας δ' ἂν εἴποις τὰς ἀναδενδράδας τῆς ἀμπέλου, ἢ τὰς προφητικὰς ψυχὰς καὶ τοὺς ἐν τῷ προτέρῳ λαῷ εἰς ὕψος ἐπηρμένους, Θεοῦ τε ἀξίως πολιτευσαμένους, οἳ καὶ ἐπὶ τὰς κέδρους τοῦ Θεοῦ διανεπαύοντο, τὰς δυνάμεις δὴ τὰς ἀοράτους καὶ θείας; Μέχρι γὰρ τούτων ἐξετάθησαν αἱ διαπρέψασαι ἐν τῷ προτέρῳ λαῷ ψυχαὶ, ὡς καὶ Πνεύματος ἁγίου μετέχειν, καὶ τοὺς καρποὺς ἐκτείνειν μέχρι τῆς ἀγγελικῆς δυνάμεως. Τὰ δὲ κλήματα τῆς ἀμπέλου, ἕτερα ὄντα παρὰ τὴν σκιὰν καὶ παρὰ τὰς ἀναδενδράδας, ἐξετάθη ἕως θαλάσσης. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ, τὰ κλήματα, τὰς χαίτας αὐτῆς, φησὶν, ἐξέτεινεν ἕως θαλάσσης. Εἶεν δ' ἂν χαῖται καὶ κόμαι, ὥσπερ ἀναρίθμητοι τρίχες, ἢ καὶ κλήματα πληθύνοντα, κατὰ τὸ τῆς ἀμπέλου παράδειγμα, ὁ πολὺς τοῦ Ἰουδαίων ἔθνους ἀριθμὸς, ὃς δὴ ἔφθασε μέχρι θαλάσσης, πληρώσας πάντα τὸν τῶν ἀνθρώπων βίον. ∆ιὸ λέλεκται ἐν Ὠσηὲ τῷ προφήτῃ· Καὶ ἦν ὁ ἀριθμὸς τῶν. υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάσσης, ἣ οὐκ ἐκμετρηθήσεται, οὐδὲ ἐξαριθμηθήσεται. Παραφυάδες δὲ ἄλλαι τινὲς παρὰ τὰ κλήματα νεώτεραι καὶ ἀρτιφυεῖς ἕως ποταμοῦ παρετάθησαν, οἱ τῆς Καινῆς ∆ιαθήκης κήρυκες· λέγω δὲ οἱ ἀπόστολοι καὶ οἱ μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν· τὴν μὲν φυὴν καὶ τὴν γένεσιν ἐσχηκότες ἐκ τῆς προλεχθείσης ἀμπέλου, καὶ ὥσπερ τινὲς παραφυάδες αὐτῆς γενόμενοι, οὐκέτι δὲ ὁμοίως ταῖς χαίταις καὶ τοῖς κλήμασι ἕως θαλάσσης προελθόντες, ἀλλ' ἕως ποταμοῦ διὰ τὸ μυστήριον τῆς δι' αὐτῶν χορηγουμένης ἐν Χριστῷ παλιγγενεσίας. Ἔνθεν καὶ ὁ Σωτὴρ αὐτὸς ἐν οαʹ ψαλμῷ λέλεκται· Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἀρξαμένου γὰρ ἀπὸ τοῦ κατὰ τὸν Ἰορδάνην ποταμοῦ τοῦ βαπτίσματος, τὴν σύμπασαν ἐπλήρωσεν οἰκουμένην. Τέσσαρα δὲ τάγματα τῆς εἰρημένης ἀμπέλου 23.964 ὁ μετὰ χεῖρας διαγράφει λόγος· σκιὰν μὲν αὐτῆς καλύπτουσαν ὄρη· ἀναδενδράδας δὲ αὐτῆς εἰς ὕψος μετεωριζομένας, ὡς καλύπτειν οὐχ ἁπλῶς κέδρους, ἀλλὰ τὰς κέδρους τοῦ Θεοῦ· καὶ ἐπὶ τούτοις κλήματα ἐκτεινόμενα ἕως θαλάσσης· καὶ μετὰ πάντα παραφυάδας τὰς μέχρι ποταμοῦ διηκούσας. Ὧν τὴν διάνοιαν κατὰ τὴν δοθεῖσαν ἡρμηνεύσαμεν χάριν, σκιὰν μὲν ἀποδόντες τὴν τυπικὴν καὶ σκιώδη λατρείαν, ἥτις ἐν τοῖς αἰσθητοῖς καὶ σωματικοῖς ὄρεσιν ἐτελεῖτο· ἀναδενδράδας δὲ τὰς προφητικὰς ψυχὰς, αἵτινες ἐπὶ τὰς κέδρους τοῦ Θεοῦ, τὰς