343
ἀγγελικὰς καὶ θείας δυνάμεις ἐπεστηρίζοντο· κλήματα δὲ ἢ κόμας, ἢ χαίτας τὸ πᾶν Ἰουδαίων πλῆθος ἕως θαλάσσης ἐκτεινόμενον διὰ τὸν ἄστατον καὶ κυμαινόμενον τῶν ἀνθρώπων βίον· καὶ τέλος παραφυάδας, τοὺς ἀποστόλους τοῦ Σωτῆρος ἡμῶν τῷ ποταμῷ συνόντας, περὶ οὗ εἴρηται· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Ἀλλ' ἐπειδὴ τοσούτων ἠξιώθη ἡ δεδηλωμένη ἄμπελος ὑπὸ τοῦ πρότερον ἐπισκοποῦντος αὐτὴν Θεοῦ Λόγου, ἀκολούθως ὁ λόγος ἑξῆς ὡς πρὸς αὐτὸν τὸν τὰ τοσαῦτα δεδωρημένον ἐπαπορεῖ λέγων· Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς; Ὁ δὲ ἀποκρίνεται λέγων· ∆ιότι ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· καὶ πάλιν· Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Καὶ ἐν τῷ Ἱερεμίᾳ δὲ ὁ αὐτὸς ἐλέγχει τὴν ἄμπελον, λογικὴ γὰρ ἦν, φάσκων· Ἐγὼ δὲ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν. Πῶς ἐστράφη εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; Προστίθησι δὲ καὶ διὰ Ἡσαΐου λέγων· Καθελῶ τὸν φραγμὸν αὐτῆς, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτῆς, καὶ ἔσται εἰς καταπάτησιν. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ σκαφῇ, οὐδὲ μὴ τμηθῇ. Καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Καθαιρεθέντος δὲ τοῦ φραγμοῦ, τουτέστι τῆς φυλαττούσης αὐτοὺς καὶ περιφραττούσης δυνάμεως, εἰκότως πάντες λοιπὸν πολέμιοι ἀόρατοί τε καὶ ἀφανεῖς, θηρῶν ἀγρίων ὄντες ἀνημερώτεροι, ἐλυμήναντο αὐτοὺς, δηλαδὴ τοὺς ὑπὸ τοῦ λόγου κατηγορουμένους. Καί τις πρῶτος ἀκάθαρτος ὗς, ὁ Ἀσσύριος, εἰσελθὼν ἰσχυρῶς, τὴν δηλωθεῖσαν ἄμπελον διέφθειρεν, ὡς καὶ ἀπαγαγεῖν αἰχμάλωτον τὸ πλῆθος εἰς τοὺς Ἀσσυρίους. Εἶτα δεύτερος πολέμιος, εἰσελθὼν, τὰ ὑπὸ τοῦ πρώτου καταλειφθέντα κατενεμήσατο, ὁ Ναβουχοδονόσορ, ὁ καὶ τὸ ἱερὸν πυρπολήσας καὶ εἰς ἔδαφος ἀγαγών. ∆ιὸ λέλεκται καὶ κατὰ τὸν Σύμμαχον· Κατενεμήσατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατεβοσκήσατο αὐτήν. Ἀντὶ δὲ τοῦ, καὶ μονιὸς ἄγριος, ὁ Ἀκύλας, καὶ παντοδαπὴν χώραν, ἡρμήνευσε. Καθ' ἑτέραν δὲ ἑρμηνείαν, ἐλυμήνατο αὐτὴν, δηλαδὴ τὴν ἀποδοθεῖσαν ἄμπελον, πρῶτος ὁ Βαβυλώνιος, ὁ καὶ πρῶτος τὴν Ἱερουσαλὴμ πολιορκίᾳ δῃώσας· ἔπειτα μετ' ἐκεῖνον ὁ Ῥωμαϊκὸς στρατὸς, μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν ἐπελθὼν, κατενεμήσατο αὐτήν. Ταῦτα δὲ πάντα προφητεύει Ἀσὰφ κατὰ τοὺς χρόνους γεγονὼς τοῦ ∆αυῒδ, πρὸ τῆς οἰκοδομῆς τῆς Ἱερου 23.965 σαλὴμ, θεσπίζων αὐτῇ τὰ συμβησόμενα κατὰ τοὺς δηλωθέντας χρόνους. ∆ιὰ μὲν οὖν τῶν μετὰ χεῖρας ἔοικεν ὁμοῦ καὶ τὴν πρώτην πολιορκίαν τὴν ὑπὸ Βαβυλωνίων γενομένην, καὶ τὴν δευτέραν τὴν ὑπὸ Ῥωμαίων προφητεύειν· διὰ δὲ τοῦ πρὸ τούτου τὰ κατὰ Ἀντίοχον τὸν Ἐπιφανῆ συμβάντα· διὰ δὲ τοῦ οʹ καὶ γʹ μόνα τὰ τῆς ὑστάτης πολιορκίας τῆς ὑπὸ Ῥωμαίων γενομένης, ὡς ἀποδέδεικται ἐν τοῖς κατὰ τὸν ογʹ εἰρημένοις. Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ, ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτὴν, ἣν ἐφύτευσεν ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη, ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. Ὡς ἀγαθὸν γεωργὸν ὑπομνήσας τῆς πολλῆς αὐτοῦ περὶ τὴν ἄμπελον ἐπιμελείας, καὶ τῆς μετὰ ταῦτα συμβάσης αὐτῇ ἐρημίας, ἑξῆς καὶ ἀκολούθως ἱκετεύει ἐπιστρέψαι ὡς ἀποστραφέντα, καὶ διὰ τῆς ἀποστροφῆς τοῖς ἐναντίοις πᾶσιν ἐκδεδωκότα τὴν ἄμπελον. Ἐπισκέψαι δὲ αὐτὸν ἱκετεύει, καὶ ἐπιβλέψαι ἄνωθεν ἐξ οὐρανοῦ· μνησθῆναί τε, ὡς ἄρα εἴη αὐτοῦ φυτεία, καὶ τῆς αὐτοῦ δεξιᾶς γεωργία ἡ προλεχθεῖσα ἄμπελος, καὶ μνησθέντα ἐπισκέψασθαι αὐτὴν, ὡς ἂν πάλαι μὲν ὑπὸ τῆς αὐτοῦ δεξιᾶς φυτευθεῖσαν, νυνὶ δὲ ἐμπεπυρισμένην πυρὶ καὶ ἀνεσκαμμένην, καὶ ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου αὐτοῦ ἀπολωλυῖαν. Ἀξιοῖ τε καταρτίσασθαι αὐτὴν ἀναλαβόντα καὶ