344
ἀνακτησάμενον δίκην σωτῆρος καὶ ἰατροῦ· καὶ ταῦτα πρᾶξαι διὰ τοῦ Υἱοῦ ὃν ἐκραταίωσεν ἑαυτῷ. ∆ι' ὧν σαφῶς ὁ λόγος διδάσκει πρῶτον εἶναι τὸν ἐμπρησμὸν ὃν πρῶτον ὑπέμεινεν ὁ τόπος ὑπὸ Βαβυλωνίων. Οὐ γὰρ ἂν μετὰ τὸν δεύτερον ἐμπρησμὸν τὸν ὑπὸ Ῥωμαίων γενόμενον τὴν τοῦ Σωτῆρος θεοφάνειαν γενέσθαι ἠξίου τὴν ἤδη γεγενημένην. Χώραν δὲ ἔχει μετὰ τὰ πρῶτα συμβάντα τῷ τόπῳ ἱκετεύειν καὶ δέεσθαι τὸν Λυτρωτὴν ἐπιστῆναι· οὗ ἐπιστάντος, ἐπεὶ μὴ παρεδέξαντο τὴν πρώτοις αὐτοῖς δι' αὐτοῦ καταγγελθεῖσαν χάριν, εἰκότως τὴν ὑστάτην ὑπέμειναν ἐρημίαν· ἣν αὐτὸς προσετίμησεν αὐτοῖς εἰπών· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος· ὅτε καὶ κατὰ τὸν Ἀπόστολον, ἔφθασεν εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς. Μίαν τῶν προλεχθέντων ἁπάντων θεραπείαν διδάσκει τὸ Πνεῦμα τὸ ἅγιον, τὴν εἰς ἀνθρώπους τοῦ Χριστοῦ τοῦ Θεοῦ παρουσίαν. ∆ιόπερ μετὰ τὰ προφητευθέντα περὶ τῆς ἐρημίας τοῦ ἀμπελῶνος καὶ τοῦ ἐπελθόντος αὐτῷ ἐμπρησμοῦ ἱκετεύει τὰ προκείμενα εἰς τὸ προσδοκᾷν λυτρωτὴν τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου τὸν ὑπὸ τοῦ Θεοῦ κεκραταιωμένον. Οὗτος δὲ ἦν ὁ ἀγαπητὸς τοῦ Θεοῦ, ὃν εἰδέναι καὶ παρεῖναι δι' εὐχῆς τίθεσθαι παραδίδωσι τοῖς ἐντυγχάνουσιν· ὡς ἂν, γνόντες αὐτὸν οἱ ταῦτα προδιδασκόμενοι καὶ εἰς αὐτὸν πιστεύσαντες, δι' αὐτοῦ τυχεῖν τῆς τῶν κακῶν θεραπείας ἐλπίσειαν. ∆ιὸ ἐκ προσώπου τῶν θεραπείας δεομένων φησὶ τὸ, Γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου, καὶ 23.968 ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ. Ἡ δὲ δύναμις τοῦ λόγου τοῦτον ἔχει τὸν νοῦν· Ἤδη ποτὲ ἡ χείρ σου ἡ ἀφανὴς καὶ ἀόρατος ἐπιλαμψάτω ἐπὶ τὸν ὑπηρέτην τῆς σῆς δεξιᾶς ἄνδρα, καὶ ἐπὶ τὸν μέλλοντα χρηματίζειν Υἱὸν ἀνθρώπου· ὃν σὺ σαυτῷ κατεσκεύασας, ἐκραταίωσας ὄργανον τῆς σῆς δυνάμεως, καὶ ὥσπερ ἄγαλμα τῆς σαυτοῦ θεότητος τοῦτον αὐτὸν ἀναστήσας. Τούτου γὰρ φανέντος, εἰδώλοις οὐκέτι λατρεύσομεν· ἀλλ' οὐδὲ τῇ πολυθέῳ πλάνῃ δουλεύσομεν, οὐδὲ ἀναχωρήσομέν σου τοῦ λοιποῦ· δι' αὐτοῦ δὲ ζωωθέντες καὶ τῆς παρὰ σοὶ σωτηρίας τυχόντες, τὸ ὄνομά σου ἐπικαλεσόμεθα, οὐκέτ' ἐξ ἀνθρώπου τινὸς χρηματίζοντες, οὐδ' Ἰσραηλῖται ἀπὸ τοῦ Ἰσραὴλ καλούμενοι, ἀλλ' οὐδὲ ἀπὸ τοῦ Ἰούδα Ἰουδαῖοι· ἀπὸ δὲ τοῦ σοῦ ὀνόματος τοῦ Χριστοῦ Χριστιανοὶ χρηματίσομεν. ∆ιὸ λέλεκται κατὰ τὸν Σύμμαχον· Ζωώσεις ἡμᾶς, καὶ τῷ ὀνόματί σου κληθησόμεθα. Θαυμάσαι δὲ ἔστι τίνα τρόπον τούτοις ἐντυγχάνοντες Ἰουδαίων παῖδες, ἐξ ἁπαλῶν τε ὀνύχων ταῦτα καταμελετῶντες, οὐ ζητοῦσι τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ τίς ποτε ἦν, οὐδὲ τὸν λεγόμενον Υἱὸν ἀνθρώπου ἐπιγινώσκουσι· διὸ καὶ παραμένουσι τῇ ἑαυτῶν συμφορᾷ. Ὡς εἴπερ ἐπέγνωσαν καὶ μεμαθήκεισαν αὐτὸν, ἔγνωσαν ἂν καὶ τὸν ἐν αὐτῷ κατοικήσαντα Θεοῦ Λόγον ὃν ἡ παροῦσα δέησις ἀνεκαλεῖτο. Ἀλλ' ἡμεῖς αὐτὸν εἰδότες προόντα, καὶ ἐκ τοῦ παντὸς ἀνθρώπων ἐπιμελόμενον· Ἐν γὰρ τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· ἴσμεν αὐτὸν καὶ εἰς τὰ ἴδια ἐλθόντα, ὅτε καὶ γέγονεν αὐτοῦ ἡ χεὶρ, τουτέστιν ἡ πρακτικὴ δύναμις ἐπὶ τὸν ἄνδρα τῆς δεξιᾶς αὐτοῦ, τὸν καὶ διὰ τῶν Εὐαγγελίων Υἱὸν ἀνθρώπου χρηματίσαντα· ὃν αὐτὸς ἑαυτῷ συνεστήσατο ἐξ ἁγίου Πνεύματος καταρτίσας· ὃν ἐπιγνόντες ἀναπόστατοι λοιπὸν γενησόμεθα δι' αὐτοῦ ζωούμενοι, τῷ τε ὀνόματι αὐτοῦ χρηματίζοντες. Ἡμεῖς μὲν οὖν οἱ τὸν Υἱὸν τοῦ ἀνθρώπου προσδοκῶντες καὶ τὰς ἐλπίδας εἰς αὐτὸν ἀνηρτημένοι, ταῦτα περὶ ἑαυτῶν φαμεν· περὶ δὲ τῶν ἡμετέρων μελῶν, τὴν λοιπὴν ἱκετηρίαν ἀναπέμπομεν φάσκοντες· Ὁ Θεὸς τῶν δυνάμεων,