346
τερπνὸν μετὰ κιθάρας. Κατὰ δὲ τὸν Ἀκύλαν· Ἄρατε, φησὶ, 23.972 μελῳδίαν, καὶ δότε τύμπανον, κιθάραν εὐπρεπῆ μετὰ νάβλης· κατὰ δὲ τὸν Σύμμαχον· Ἀναλάβετε ᾠδὴν, καὶ δίδοτε τύμπανον, λύραν ἡδεῖαν μετὰ νάβλης. Οὐκοῦν τὸ μέν τι προστάττει λαμβάνειν, τὸ δὲ διδόναι· λαμβάνειν μὲν, κατὰ τὸν Ἀκύλαν, μελῳδίαν, κατὰ δὲ τὸν Σύμμαχον, ᾠδήν· ἀντιδιδόναι δὲ τύμπανον ἢ λύραν ἡδεῖαν μετὰ νάβλης. ∆ι' ὧν ὁ λόγος προστάττει δέχεσθαι μὲν ἀκοαῖς τὴν τῶν λόγων διδασκαλίαν, διδόναι δὲ τὴν διὰ τοῦ σώματος πρᾶξιν· Ὠδὴ μὲν γὰρ καὶ μελῳδία λόγῳ ἀκοαῖς παραδίδοται· διό φησι· Λάβετε ᾠδὴν καὶ μελῳδίαν, κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον. Ταῦτα δὲ λαμβάνοντες ὑμεῖς, ἀντίδοτε ψαλτήριον τερπνὸν μετὰ κιθάρας, ἢ λύραν ἡδεῖαν μετὰ νάβλης. Τύμπανον δὲ ὄργανόν ἐστιν ἐκ δορᾶς σωματικῆς κατεσκευασμένον, καὶ τὸ ψαλτήριον κιθάρας εἶδος ὧδέ πη διὰ χορδῶν κατηρτισμένον, δι' ὧν τὸ σῶμα τὸ ἡμέτερον ᾐνίξατο. Βούλεται τοίνυν αὐτοῖς ἔργοις καὶ πράξεσι τὰ διὰ τῶν λόγων παραγγέλματα ἀποπληροῦν· καὶ ταῦτα πράττειν ὁ λόγος τοῖς ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ καθ' ὅλης τῆς οἰκουμένης συγκροτουμένοις προστάττει. ∆ιὸ Εἰς τὸ τέλος καὶ Ὑπὲρ τῶν ληνῶν προγέγραπται τὰ λελεγμένα. Ληνοὺς γὰρ μηδὲ ἄλλο τι νόμιζε λέγεσθαι ἢ τὰς ἐκκλησίας τοῦ Θεοῦ, ἐν αἷς συγκροτούμενοι καὶ τοὺς ἑαυτῶν καρποὺς κατὰ τὸ αὐτὸ συμβαλλόμενοι, μίαν κρᾶσιν ποιούμεθα εἰς δόξαν καὶ εὐφροσύνην τοῦ Λόγου τοῦ Θεοῦ. Θαυμάσαι δὲ ἔστιν ὅπως ὁ μὲν πρὸ τούτου ψαλμὸς ἐμπυρισμὸν ἐδήλου, καὶ παντελῆ ἐρημίαν καὶ ἀφανισμὸν τῆς ἐξ Αἰγύπτου μετενηνεγμένης ἀμπέλου· ὁ δὲ μετὰ χεῖρας, ὥσπερ ἑτέρας ὑποστάσης ἀμπέλου καὶ ἀμπελῶνος ἑτέρου, μᾶλλον δὲ πλειόνων ἀμπελώνων ληνοὺς ὑφίστησι πλείους, φαιδρά τε εὐαγγελίζεται τοῖς ἐπὶ ταύτας κεκλημένοις. Ἐπὶ μὲν οὖν τοῦ προτέρου λαοῦ ἕνα ἀμπελῶνα καὶ μίαν ληνὸν, μίαν τε ἄμπελον εἰσήγαγεν ὁ φήσας· Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Εἶθ' ἑξῆς· Καὶ προλήνιον, φησὶν, ὤρυξα ἐν αὐτῷ, καὶ ἐφύτευσα ἄμπελον Σωρήκ. Καὶ ἐν τῷ πρὸ τούτου μίαν ἄμπελον ἐδήλου λέγων· Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας. Ἐν δὲ τοῖς Ὑπὲρ τῶν ληνῶν πλείους δηλοῖ ληνοὺς, δηλαδὴ πλειόνων ἀμπελώνων. Εἰ δὲ καὶ τὴν ἄμπελον τὴν καινὴν γνῶναι βουληθείης, τὴν μετὰ τὸν ἀφανισμὸν τῆς προτέρας ἐν ἀνθρώποις φυεῖσαν, μάνθανε παρὰ τοῦ Θεοῦ Λόγου περὶ αὑτοῦ ταῦτα διδάσκοντος· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὁ Πατήρ μου ὁ γεωργός. Πᾶν κλῆμα μὴ φέρον καρπὸν ἐν ἐμοὶ, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν· μείνατε ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται φέρειν καρπὸν ἀφ' ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ· οὕτω καὶ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Ὁ μένων ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ, καὶ οὗτος φέρει καρπὸν πολύν· ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε φέρειν. Τῆς μὲν οὖν προτέρας ἀμπέλου τὰ τέλη διέγραψεν ὁ πρὸ τούτου ψαλμός· ἡ δὲ ἀληθινὴ ἄμπελος ὁποῖον ἔχει φυτουργὸν καὶ γεωργὸν, καὶ ὁποῖα κλήματα, καὶ ὁποίους βότρυς, ἡ σω 23.973 τήριος παρίστησι διδασκαλία. Ἐκ τῶν ταύτης τοιγαροῦν κλημάτων διαδοθέντων καθ' ὅλης τῆς οἰκουμένης συνέστησαν ἀμπελῶνες· καὶ τούτων οἱ καρποὶ κατὰ τὸ αὐτὸ συναγόμενοι ἐν ταῖς καθ' ὅλης τῆς οἰκουμένης ἐκκλησίαις πολὺ πλῆθος ἀπειργάσαντο ληνῶν· ὧν ἕνεκα διὰ τοῦ ἁγίου Πνεύματος οἱ Ἐπιλήνιοι ψαλμοὶ προφητικῶς ἀνεφωνήθησαν. Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ἐκάλει μὲν ὁ λόγος ἀρχόμενος ἐπὶ ἀγαλλίασιν· προσέταττε δὲ ἀλαλάζειν, τουτέστιν ὕμνον ἐπινίκιον ἀναπέμπειν τῷ δηλωθέντι Θεῷ Ἰακώβ· εἶτα λόγους διδασκαλικοὺς παραλαμβάνοντας, ἔργοις τούτους ἀποπληροῦν· πληρωτὰς δὲ γενομένους τῶν ἔργων, ἤδη λοιπὸν καὶ εἰς πάντας ἀνθρώπους κηρύττειν καὶ σαλπίζειν, ἐξηχεῖν τε καὶ