347
ἐξάκουστον τοῖς πᾶσι ποιεῖν τὸ Εὐαγγέλιον· ὥσπερ οὖν καὶ ὁ Σωτὴρ παρεκελεύετο λέγων τοῖς αὐτοῦ μαθηταῖς· Ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύσσετε ἐπὶ τῶν δωμάτων. ∆ιὸ λέλεκται τοῖς τὰ πρῶτα κατωρθωκόσι· Σαλπίσατε. Πῶς δὲ αὐτοὺς βούλεται σαλπίζειν, ἢ ὡς ἐσάλπιζον πάλαι πρότερον οἱ τὰς εἰκόνας ἐπιτελοῦντες, καὶ τὰ σύμβολα καὶ τοὺς τύπους τῶν ἀληθῶν; Ἐσάλπιζον δὲ ἐκεῖνοι ἐν νεομηνίᾳ καὶ ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς. Καὶ τοῦτ' ἔπραττον κατὰ τὸν ἕβδομον μῆνα, ἐν ᾧ συνερχόμενοι, τὴν ἑορτὴν τῶν Σαλπίγγων ἐπετέλουν, ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο πράττοντες. Λέγει δ' οὖν ἡ γραφὴ τοῦ νόμου· Τοῦ μηνὸς τοῦ ἑβδόμου, μιᾷ τοῦ μηνὸς, ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων· κλητὴ ἁγία ἔσται ὑμῖν. Οὕτως οὖν ὥσπερ ἐν τῇ νεομηνίᾳ τῇ τότε ἐσάλπιζον, βούλεται καὶ νῦν τοὺς κεκλημένους σαλπίζειν. Ἦν δὲ ἡ ἡμέρα ἐκείνη ἡ τῆς ἑορτῆς τῶν Σαλπίγγων εὔσημος ἡμέρα· λέγει δ' οὖν Μωσῆς περὶ αὐτῆς· Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Ἡμέρα σημασίας ἔσται ὑμῖν. ∆ιὸ καὶ ἐνταῦθα λέλεκται· Ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ἦν οὖν ἡμέρα εὔσημος καὶ ἑορτὴ οὐδενὸς ἑτέρου ἢ σαλπίγγων· ἔνθεν καὶ Σαλπίγγων ἑορτὴ κέκλητο. Τριῶν δὲ οὐσῶν ἑορτῶν κατὰ τὸν αὐτὸν μῆνα· πρώτης μὲν τῆς τῶν Σαλπίγγων ἐν τῇ νεομηνίᾳ συντελουμένης· ἑτέρας δὲ τῆς τοῦ Ἱλασμοῦ ἐν τῇ δεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς γιγνομένης· καὶ τρίτης τῆς τῶν Σκηνῶν· μόνην τὴν τῶν Σαλπίγγων μιμεῖσθαι κελεύει φάσκων· Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι· σαφέστερον δὲ οὕτως ἂν εἶπεν. Ὥσπερ ἐν τῇ νεομηνίᾳ ἐσάλπιζόν ποτε περιτρέχοντες πάντα τόπον εἰς τὸ σημῆναι τὴν ἑορτὴν, τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς, οἷς ὁ λόγος προστάττει, σαλπίσατε. Βούλεται δὲ τοὺς κήρυκας τῶν ἐθνῶν μὴ ταῖς λοιπαῖς προσέχειν Ἰουδαϊκαῖς παρατηρήσεσι, μόνῳ δὲ χρῆσθαι τῷ κηρύγματι, καὶ σαλπίζειν εἰς ἅπαντας ἀνθρώπους τὸν σωτήριον καὶ εὐαγγελικὸν λόγον. Τούτων γὰρ αὐτῶν τὰ σύμβολα καὶ Μωσῆς ἐποίει, καὶ ἦν πρόσταγμα τῷ Ἰσραὴλ ἰδίως τοῦτο νενομοθετημένον, τὸ δεῖν σαλπίζειν, καὶ διὰ τῆς σάλπιγγος σημαίνειν τοῖς πᾶσι τὴν τοῦ καιροῦ ἑορτήν. Τὸ δὲ πρόσταγμα τοῦτο κατὰ κρίσιν ἐγένετο, καὶ κατὰ βούλημα καὶ κρῖμα τοῦ Θεοῦ Ἰακώβ. Αὐτὸς γὰρ τῷ Ἰακὼβ ὀφθεὶς πάλαι Θεὸς ἐν ἀνδρὸς εἴδει καὶ σχήματι, οὗτος ἦν ὁ ταῦτα καὶ διὰ Μωσέως εἰκονικῶς τῷ λαῷ πράττειν διαταξάμενος. Ὅτι δὲ τὸ σαλπίζειν ἀντὶ τοῦ βοᾷν καὶ εἰς πάντας καταγγέλλειν λέλεκται, διδάσκει ὁ Σωτὴρ λέγων· Ὅταν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου. 23.976 Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸ, ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου, γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσε. Τὸ προλεχθὲν περὶ σαλπίγγων πρόσταγμα μαρτύριον, φησὶν, ἔθετο ἐν τῷ Ἰωσήφ· κατὰ δὲ τὸν Σύμμαχον, Μαρτυρίαν διὰ τοῦ Ἰωσὴφ ἔταξεν αὐτό· τὸ δὲ μαρτύριον ὥσπερ διαμαρτυρόμενος ἐδίδου· καὶ ἦν τοῦτο σημεῖον ἑτέρου πράγματος· ᾐνίττετο γὰρ περί τινων σαλπίγγων, ὧν ἐκ μέρους μὲν οἱ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν, καὶ οἱ τοῦ εὐαγγελικοῦ λόγου κήρυκες ἀπεπλήρουν τὰ ἔργα, εἰς πᾶσαν τὴν γῆν σαλπίζοντες, καὶ πᾶσιν ἔθνεσι κηρύττοντες τὴν τῆς σωτηρίου θεοφανείας ἑορτήν. Τὰ δὲ ἀποτελέσματα τῶν ἀποῤῥητοτέρων δι' ἀγγέλων ἔσεσθαι διδάσκει ὁ εἰπών· Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθήσονται πρῶτοι· καὶ πάλιν· Ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· καὶ πάλιν· Αὐτὸς ὁ Κύριος ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται. Ταῦτα δὲ καὶ ὁ Σωτὴρ ἐμυσταγώγει τοὺς αὑτοῦ μαθητὰς, λέγων· Καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ' ἄκρων οὐρανῶν ἕως ἄκρον αὐτῶν. Ἀλλ' ἡ μὲν τῶν νεκρῶν ἀνάστασις ἔσται ποτὲ διὰ σαλπίγγων εὐαγγελικῶν εὐαγγελιζομένων τὴν ἄφιξιν τῆς βασιλείας τοῦ Υἱοῦ τοῦ Θεοῦ·