348
καὶ οἱ ἀπόστολοι δὲ ἐντεῦθεν ἤδη κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν σάλπιγξι χρώμενοι, ταῖς τοῦ ἁγίου Πνεύματος μεγαλοφωνίαις πάντας ἀνεκαλοῦντο τοὺς ψυχὰς νενεκρωμένους ἐπὶ τὴν ἐν Θεῷ ζωήν· ὧν τὰ σύμβολα Μωσῆς παραδιδοὺς, τὴν περὶ σαλπίγγων ἐνομοθέτει ἑορτήν. ∆ιὸ λέλεκται· Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτό. Τί δὲ αὐτὸ ἦν τὸ πρόσταγμα; τὸ περὶ τῶν σαλπίγγων· ἀπὸ μιᾶς δὲ φυλῆς τῆς τοῦ Ἰωσὴφ τὸ πᾶν ἐδήλου ἔθνος. ∆ιὰ τί δὲ ἐν τούτοις τὸ πᾶν ἔθνος Ἰωσὴφ ὠνόμασεν; Ἐπειδήπερ προφάσει τοῦ Ἰωσὴφ οἱ πάντες κατεληλύθεισαν εἰς Αἴγυπτον. Πότε δὲ μαρτύριον τὸν περὶ σαλπίγγων νόμον ἔθετο τῷ λαῷ, ἢ κατ' ἐκεῖνον τὸν χρόνον, καθ' ὃν ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὁπηνίκα γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν; Ἐπὶ τῆς ἐρήμου γὰρ διατρίβοντες, φωνῆς Θεοῦ κατηξιώθησαν, τὴν ∆εκάλογον αὐτοῖς ἐξάκουστον διαταττομένου. Κατ' ἐκεῖνο δὲ καιροῦ καὶ τῆς παρ' Αἰγυπτίοις δουλείας τε καὶ κακοπαθείας ἠλευθεροῦντο. ∆ιὸ λέλεκται· Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ· αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν· κατὰ δὲ τὸν Σύμμαχον· Παρεῖλον ἀπὸ βασταγμοῦ τὸν ὦμον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ κοφίνου ἀπηλλάγησαν. Ὅτε γὰρ ἐδούλευον τῷ Φαραὼ, πηλῷ τε καὶ πλινθείᾳ κατειργάζοντο, οἰκοδομοῦντες αὐτῷ τὰς πόλεις, τὸ τηνικαῦτα κοφίνοις μὲν τὰς χεῖρας, βαστάγμασι δὲ τοὺς ὤμους κατεπονοῦντο. Πλὴν ἀλλὰ τούτων ἁπάντων ἐλεύθεροι κατέστησαν τῆς ἐπισκοπῆς αὐτοῖς γενομένης. ∆ιό φησιν· Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ. Τίς δὲ ἀπέστησεν, 23.977 ἀλλ' ἢ ὁ ἐλευθερώσας αὐτοὺς Θεός; Τούτων δὲ αὐτοὺς ἠξίου, ἐπειδήπερ ἐν θλίψει αὐτὸν ἐπεκαλοῦντο· καὶ τοῦτο δὲ ἡ Μωσέως παρίστησι Γραφὴ λέγουσα· Καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἀνεβόησαν πρὸς Κύριον, καὶ ἀνέβη βοὴ αὐτῶν πρὸς τὸν Θεόν. Οἷς ἀκολούθως καὶ τὸ παρόν φησι λόγιον· Ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐῤῥυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. Ἀντὶ δὲ τοῦ· Ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ὁ μὲν Ἀκύλας· Ἐπακούσω σου ἐν ἀποκρύφῳ βροντῆς· καὶ ἡ πέμπτη ἔκδοσις ὁμοίως. Εἶτα ἐπιλέγει· Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. Ὃ δὴ καὶ αὐτὸ σαφῶς ἡ Μωσέως παρίστησι Γραφὴ λέγουσα· Οὐκ ἦν δὲ ὕδωρ πιεῖν τῷ λαῷ· καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν, καὶ ἔλεγον· ∆ὸς ἡμῖν ὕδωρ, ἵνα πίωμεν. Ὁ δὲ ἔλεγε· Τί λοιδορεῖσθέ μοι, ἢ τί πειράζετε Κύριον; Καὶ ἑξῆς· Εἶπε Μωσῆς πρὸς Κύριον λέγων· Τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν, καὶ λιθοβολήσουσί με. Εἶθ' ὁ Κύριος πρὸς αὐτόν φησιν· Ὅδε ἐγὼ ἕστηκα πρὸ τοῦ σὲ ἐκεῖ, ἐπὶ τῆς πέτρας ἐν Χωρήβ. Καὶ πατάξω τὴν πέτραν, καὶ ἐξελεύσεται ὕδωρ, καὶ πίεται ὁ λαός. Καὶ ἐποίησεν οὕτως Μωσῆς. Καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Πειρασμὸς καὶ Λοιδόρησις, διὰ τὴν λοιδορίαν τῶν υἱῶν Ἰσραὴλ, καὶ διὰ τοῦ πειράζειν αὐτοὺς Κύριον, λέγοντας· Εἰ ἔστι Κύριος ἐν ἡμῖν, ἢ οὔ; Ταῦτα πάντα τὸν ἐξ ἐθνῶν λαὸν διδάσκει ἡ μετὰ χεῖρας προφητεία, ὡς ἂν μάθοιο ποίων ἔτυχεν ὁ πρῶτος λαὸς, καὶ εἰς οἷον ἐλήλυθε τέλος, σωφρονίζοιτό τε ἐκ τοῦ παραδείγματος. ∆ιὸ τοῖς προλεχθεῖσιν ἐπισυνάπτει τὰ ἑξῆς ἀναγκαίως, ἐν οἷς εἴρηται· Ἄκουσον, λαός μου, καὶ διαμαρτυροῦμαί σοι· Ἰσραὴλ, ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται σοι Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ. Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου· πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Τὰ μὲν παρ' ἐμοῦ, φησὶ, δεδωρημένα τῷ λαῷ τοιαῦτα ἦν, ὁποῖα διεξῆλθεν ὁ λόγος· τὰ δ' ἐξ αὐτῶν εἰς ἐμὲ οὐχ ὅμοια, οὐδὲ ἄξια ὧν ἔτυχον παρ' ἐμοῦ. Ἐγὼ μὲν γὰρ ὁ τῶν τοσούτων αὐτοῖς χορηγὸς ἀγαθῶν, ἓν τοῦτ' αὐτοῖς, τὸ δὴ τῶν νόμων κεφάλαιον, λέγω δὲ τὸ μὴ εἰδωλολατρεῖν, ἐμὲ δὲ μόνον