349
Θεὸν εἰδέναι, παρεκελευσάμην, αὐτὰ δὴ ταῦτα παραινῶν καὶ λέγων· Ἄκουσον, λαός μου, καὶ διαμαρτυροῦμαί σοι· Ἰσραὴλ, ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου. Ταῦτα παρῄνουν, ταῦτα παρεκελευόμην, ταῦτα ὁ πᾶς τῆς ἐμῆς νομοθεσίας ἐβούλετο νοῦς. Συνῆπτό τε τοῖς παραγγέλμασιν ἀγαθῶν ἐπαγγελία, δι' ὧν ἔφασκον· Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Εἰ γὰρ ταῦτα φυλάξετε, 23.980 ἀκοπιάτως ἕξετε καὶ πεπληρωμένως τὰς τροφὰς, εἴτε τὰς τοῦ σώματος, εἴτε καὶ τὰς διὰ θείων μαθημάτων τῇ ψυχῇ χορηγουμένας. Ἐγὼ μὲν οὖν ταῦτα παρῄνουν καὶ ἐπηγγελλόμην· οἱ δὲ οὐκ ἤκουον τῆς ἐμῆς φωνῆς· καὶ ὁ τοσούτων κατηξιωμένος εὐεργεσιῶν Ἰσραὴλ οὐ προσέσχε μοι· ὅθεν εἰκότως ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν. Ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Οὐχ ὑπήκουσε δὲ ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐκ ἐπείσθη μοι. Ἀφῆκα οὖν αὐτοὺς τῇ ἀρεσκείᾳ τῆς καρδίας αὐτῶν, ὁδεύειν ταῖς βουλαῖς αὐτῶν. Ἐντεῦθεν ὁ θεῖος Ἀπόστολος διδάσκει περί τινων λέγων· ∆ιὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν. Ἀντὶ δὲ τοῦ· Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, ὁ Ἀκύλας· Οὐκ ἔσται ἐν σοὶ ἰσχυρὸς ἀλλότριος· ὁ δὲ Σύμμαχος· Μὴ ἔστω ἐν σοὶ Θεὸς ξένος, ἡρμήνευσε. Ξένον δὲ καὶ ἀλλότριον Θεὸν καὶ πρόσφατον, τὸν πεπλανημένως παρὰ τοῖς ἔθνεσι νενομισμένον ὠνόμασε, τὴν πολύθεον εἰδωλολατρείαν οὕτω παραπεμπόμενος. Οἷς ἐπιλέγει· Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, παριστὰς ἑαυτὸν οὔτε ξένον, οὔτε ἀλλότριον, οὔτε πρόσφατον ὄντα Θεόν. Ἦν γὰρ εἷς καὶ ὁ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, καὶ ὁ πάλαι διαφόρως τοῖς παλαιοῖς χρηματίζων, ὁ δὴ καὶ Θεὸς Ἰακὼβ ἐπικεκλημένος, ὁ καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπὶ γῆς ὀφθείς. Ἐν γὰρ τῷ κόσμῳ ἦν καὶ πρὸ τῆς θεοφανείας, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο. ∆ιόπερ παρακελεύεται λέγων· Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου. Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου. Ἱκανῶς ἀπολελόγηται, ὅτι μὴ ἀκρίτως μήτε ὡς ἔτυχε μετῆλθε τὸ Ἰουδαίων ἔθνος ἡ ἐκ Θεοῦ ὀργή. Καί μοι δοκεῖ πρὸς τὰς ἀνωτέρω λελεγμένας πεύσεις, ἐν τῷ Ἵνα τί ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; καὶ πάλιν· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; τὴν ἀπόκρισιν πεποιῆσθαι. Ἵνα τί γὰρ τὰ τοιαῦτα πεπόνθασι διδάσκει λέγων· Ὅτι οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. καὶ, Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα. Ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· Ἐν ὀλιγίστῳ ἂν ἐχθροὺς αὐτῶν ἥττησα, καὶ ἐπὶ τοὺς ἐναντίους αὐτῶν ἀνέστρεψα ἂν τὴν χεῖρά μου. Ταῦτα ἂν ἔπραξα, φησὶ, κατὰ τῶν ἐχθρῶν τοῦ λαοῦ, εἰ ἔσχον αὐτοὺς ὑπηκόους, καὶ εἰ ταῖς ὁδοῖς μου αἷς διεταξάμην αὐτοῖς ἐπορεύθησαν. Νῦν δὲ ἀνήκοοι καὶ ἀπειθεῖς γενόμενοι, αὐτοὶ ἑαυτοὺς ἐχθροὺς τοῦ Θεοῦ κατέστησαν. Εἶτ' ἐπειδήπερ λαὸν αὐτοῦ ὠνόμασε τοὺς ἀπειθεῖς καὶ ἀνηκόους καθ' ὑπερβολὴν φιλανθρωπίας τὸ Πνεῦμα τὸ ἅγιον, διδάσκει ὅτι οὐδεὶς Θεῷ ἀπειθήσειε λαὸς αὐτοῦ. ∆ιὸ ἐπιλέγει· Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ· κατὰ δὲ τὸν Σύμμαχον· Μισοποιοὶ Κυρίου οἱ ψευσάμενοι αὐτῷ. Καὶ προστίθησι· Καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. Εἰ γὰρ καὶ τοιαῦτα τετολμήκασιν, ὅμως τὸν παρόντα αἰῶνα ἕξουσι. Καὶ οὗτός ἐστιν αὐτῶν ὁ καιρὸς, ἐν 23.981 ᾧ καὶ μετὰ τοσαῦτα πλημμελήματα ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ, καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. Κατὰ τοῦτο δὲ ἐπλήρου καταξιώσας αὐτοὺς τῆς οἰκείας τροφῆς, οὐ μόνον τῆς σωματικῆς, ἀλλὰ καὶ τῆς ἐπουρανίου καὶ