351
δὲ οὐκ ἐπηρμένως, οὐδὲ τυραννικῶς, ἐν ὕψει τε προκαθεζόμενος, ἀλλὰ συγκαταβαίνων τοῖς κρινομένοις, μέσος αὐτῶν ἵσταται, ὁμοιούμενος αὐτοῖς τῷ σχήματι δι' οὗ ἀνείληφεν ἀνθρώπου. Ἐντεῦθέν τε ἤδη προλαβὼν ἀποτείνεται σωφρονίζων τοὺς μέλλοντας κρίνεσθαι, καὶ προφυλαττόμενος αὐτοὺς πρὸς τὸ μὴ περιπεσεῖν τῇ τῆς κρίσεως τιμωρίᾳ, προκατορθῶσαι δὲ καὶ προφυλάξασθαι διὰ τῶν προσαγομένων αὐτοῖς ἐλέγχων. ∆ιὸ φάσκει· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε πτωχῷ καὶ ὀρφανῷ. Τὰ ὅμοια δὲ τούτοις καὶ διὰ Ἡσαΐου τὸ προφητικὸν Πνεῦμα κέκραγε λέγον· Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήρᾳ· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ἀλλὰ ταῦτα μὲν ὁ λόγος προδιαστέλλεται· οἱ δὲ τῇ τῶν θεῶν ἐπηγορίᾳ τιμηθέντες, καὶ τοσαύτης διδασκαλίας ἀξιωθέντες, οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. Ταῦτα δὲ καὶ εἰς τὸν καιρὸν τῆς πρώτης τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἀναφέροιτο ἂν, καθ' ὃν ἐν ταῖς συναγωγαῖς παραβάλλων τοῦ Ἰουδαίων ἔθνους, καὶ μέσος τῶν ἀρχόντων παριὼν, τὰς πρὸς αὐτοὺς ἐποιεῖτο διαλέξεις, ἐλέγχους τε αὐτοῖς ἐπῆγε, μαρτυρόμενος καὶ διαστελλόμενος τὰ περὶ τῆς μελλούσης αὐτοὺς διαλήψεσθαι κρίσεως. Οὕτως οὖν ὁ Θεὸς ἦν κατ' ἐκεῖνο καιροῦ ἑστὼς ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ τε τοὺς προλεχθέντας κρίνων θεούς· ἀντὶ γὰρ τοῦ, διακρίνει, ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας, κρίνων, ἐκδεδώκασι. Καὶ ὅρα ὅπως θεοὺς ὠνόμασε τοὺς κρινομένους, καὶ θεῶν συναγωγὴν οὐκ ὤκνησεν ἀποκαλέσαι, εἰς δυσώπησιν τῶν ἀρνουμένων τοῦ Σωτῆρος τὴν θεότητα. Εἰ γὰρ τοὺς ἐλεγχομένους καὶ ἐπὶ κακίᾳ διαβαλλομένους οὐκ ὤκνει θεοὺς ὀνομάζειν, τὸν τῶν τοσούτων παραδόξων ἔργων ποιητὴν, τὸν τὴν κρίσιν 23.985 παρὰ τοῦ Πατρὸς εἰληφότα, πῶς οὐ δικαιότατον τῇ τοῦ Θεοῦ σεβασμίῳ τιμῇ σεμνύνειν; Τοῦτό τοι καὶ αὐτὸς ὁ Σωτὴρ δυσωπητικῶς πρὸς αὐτοὺς τοὺς Ἰουδαίων ἄρχοντας προὔτεινεν, αὐταῖς δὲ ταύταις κεχρημένος ταῖς παρούσαις λέξεσιν. Εἰρηκότων γὰρ αὐτῶν· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν· ἀνταπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ὅτι, Ἐγὼ εἶπα· Θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος ἐγένετο τοῦ Θεοῦ, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφὴ, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι βλασφημεῖ, ὅτι εἶπον· Υἱὸς Θεοῦ εἰμι. Εἰ δὲ λέγοι ὁ Σωτὴρ, ὅτι, Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ; μὴ θαυμάσῃς· ἐπεὶ πάντα λόγον Θεοῦ, οὐ μόνον τὸν διὰ Μωσέως, ἀλλὰ καὶ τὸν διὰ τῶν προφητῶν λελεγμένον, ὥσπερ τινὰ βασιλικὸν νόμον ἀποδέχεσθαι διδάσκει· ὥστε καὶ τὰ διὰ τῶν προφητῶν παρηγγελμένα εὐλόγως ἄν τινα εἶναι φάναι νόμους Θεοῦ· καὶ τὸ διὰ τῆς ψαλμῳδίας ὁμοίως. Αὐτὸς οὖν ὁ τοῦ Θεοῦ Λόγος, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἔστη ἐν συναγωγῇ θεῶν, καὶ μέσος τῶν ἐν ἀνθρώποις ὠνομασθέντων θεῶν γεγονὼς, ἔκρινεν αὐτοὺς, ὁπηνίκα πρὸς αὐτοὺς ἔλεγεν· Ὁ λόγος ὃν ἐλάλησα πρὸς ὑμᾶς, αὐτὸς ὑμᾶς κρίνει. Καὶ μᾶλλον οὕτω πρέποι ἂν ἐκδέχεσθαι τὴν παροῦσαν Γραφὴν, ἢ νομίζειν τὸν ἐπέκεινα τῶν ὅλων Θεὸν, αὐτὸν τὸν Πατέρα, ἐν τούτοις εἰσάγεσθαι μεταξὺ θεῶν ἑτέρων ἑστῶτα. Οὔτε γὰρ ἰσοτίμους αὐτῷ τινας εἶναι ὑπονοεῖν θέμις, οὔτε αὐτὸν εἰς τοσοῦτον καταγαγεῖν, ὡς μέσον ἀνθρώπων παρεῖναι καὶ ἑστάναι ὑποτίθεσθαι. Ταῦτα δὲ πάντα ἂν ἁρμόζοι τῷ Χριστῷ τοῦ Θεοῦ· ὃς δὴ φάσκων· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; οὐ πρὸς ἐκείνους μόνους οἷς παρὼν ὡμίλει, ἀλλὰ καὶ πρὸς πάντας εἴποι ἂν ταῦτα, τοὺς τὴν ἐξουσίαν τοῦ κρίνειν ἑτέρους εἰληφότας. Μέμφεται δὲ εἰκότως τοὺς καθυποκρινομένους μὲν τὰ τῶν πλουσίων πρόσωπα, καταπονοῦντας δὲ τοὺς πένητας· δέον τῷ τῆς δικαιοσύνης ζυγῷ