353
Ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων; τοιοῦτοί τινες καὶ ὑμεῖς γεγό 23.989 νατε, οὐκ ἐκ φύσεως ὄντες κακοὶ, χρησάμενοι δὲ οὐκ ἀγαθῇ τῇ προαιρέσει. ∆ιὸ τὰ μὲν παρ' ἐμοῦ εἰς Θεοῦ τιμὴν ὑμᾶς ἐκάλει· ὑμεῖς δὲ τὸν ἄρχοντα τῆς πτώσεως μιμησάμενοι, ὡς εἷς τῶν ἀρχόντων καὶ αὐτοὶ πίπτετε. Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. Σφόδρα ἀκολούθως διὰ τοῦ πρὸ τούτου ψαλμοῦ κατηγορήσας ὁ λόγος τοῦ παντὸς Ἰουδαίων ἔθνους, καὶ διὰ τοῦ μετὰ χεῖρας δὲ ὡσαύτως τῶν ἀρχόντων τοῦ λαοῦ κατηγορίαν πεποιημένος, διαλλαγὴν αἰτεῖ καὶ ἐπιφάνειαν εὔχεται γενέσθαι οὐκέτι τῷ Ἰουδαίων ἔθνει, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι. ∆ιὸ ἐπιλέγει· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. Τίς δέ ἐστιν ὁ κληρονομήσας ἐν πᾶσι τοῖς ἔθνεσι, μὴ ἐρώτα, τὸ δὲ πρᾶγμα ἐξέταζε, καὶ εὑρήσεις οὐδὲ ἄλλον ἢ τὸν Χριστὸν τοῦ Θεοῦ· πρὸς ὃν λέλεκτο ὑπὸ τοῦ Πατρός· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Τοῦτον οὖν διεγείρων τὸν ἐν μέσῳ τῶν θεῶν Θεὸν στάντα καὶ διελέγξαντα τοὺς προλεχθέντας, ἤδη ποτὲ ἐπὶ πέρας ἐπαγαγεῖν τὴν πρὸς αὐτὸν ἐπαγγελίαν ὁ παρὼν ἀξιοῖ λόγος φήσας· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν. Οἱ μὲν γὰρ προκατηγορηθέντες, φησὶ, κακοὶ γενόμενοι κριταὶ, ἐν σκότῳ διεπορεύθησαν· ἐπεὶ δέ σοι πρέπει τὸ δικαίως κρίνειν· μόνῳ γὰρ τὴν κρίσιν ὁ Πατὴρ ἔδωκε τῷ Υἱῷ· ἤδη ποτὲ σὺ αὐτὸς ἀνάστηθι, διὰ τῆς σαυτοῦ ἀναστάσεως τὴν κοινὴν πάντων ἀνθρώπων ἀνάστασιν ποιησόμενος· καὶ κρῖνον τὴν γῆν, πάντας δηλαδὴ τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους. Πρέπει δέ σοι πάντας ἀνθρώπους κρίνειν, ἐπειδὴ σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. Καὶ ὁ μὲν παρὼν ψαλμὸς συναγωγὴν θεῶν ὠνόμασε, καὶ Θεὸν μέσον ἑστῶτα, καὶ θεοὺς διακρίνοντα, πᾶσάν τε τὴν διδασκαλίαν περὶ κρίσεως ἐποιήσατο· ἐπήγαγέ τε ἐπὶ τέλει τὸ, Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν. Ταῦτά τε πάντα τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου Ἀσὰφ ἐξενήνεκται. Ἐπεὶ δὲ εὕρομεν καὶ τὸν μθʹ ψαλμὸν καὶ αὐτὸν ἐπιγεγραμμένον Τοῦ Ἀσὰφ, καὶ τὰ περὶ κρίσεως διειληφότα ὁμοίως τοῖς προκειμένοις· εἰκότως ἡγησάμεθα ἀκόλουθον εἶναι ἐκεῖνον τούτῳ, ὄντα μὲν ὁμοίως τοῦ Ἀσὰφ, τὴν αὐτὴν ὑπόθεσιν εἰσηγούμενον. Εἴρηται γοῦν καὶ ἐν αὐτῷ· Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν. Θέα γὰρ ὅπως τὸ μὲν τέλος τοῦ μετὰ χεῖρας φάσκει· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν· ἡ δὲ τοῦ μθʹ ἀρχή· Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Καὶ ἐνταῦθα μὲν εἴρηται· Ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν· ἐν ἐκείνῳ δὲ, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· καὶ πάλιν ἐν μὲν τῷ μθʹ λέλεκται· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· ἐλθὼν δὲ τί ποιήσει, ὁ μετὰ χεῖρας διδάσκει λέγων· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· ἐν μέσῳ δὲ θεοὺς διακρίνει. Πῶς δὲ διακρίνει, ὁ μθʹ διασαφεῖ φάσκων· Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται· κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. 23.992 Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Τούτων τοιγαροῦν ἕνεκα εἰκότως ἕπεσθαι τῷ μετὰ χεῖρας ἡγησάμεθα τὸν μθʹ. Κἀκεῖνο δὲ τηρητέον, ὡς ὁμοίως τοῖς ἐνταῦθα συνημμένοις τοῦ Ἀσὰφ ψαλμοῖς τὴν ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους, καὶ ταύτης τὰς αἰτίας περιέχουσι. Καὶ ὁ μθʹ τοῦ αὐτοῦ τυγχάνων προφήτου, ἀνατροπὴν τοῦ Μωσέως νόμου εἰσάγει διὰ τῆς τῶν θυσιῶν παραιτήσεως· ὥστε καὶ ἐν ταὐτῷ τὴν ἀκολουθίαν δείκνυσθαι τῆς τῶν ἐμφερομένων διανοίας. ∆ιὰ τί δὲ μετατέθειται ὁ μθʹ ἐκ τῆς τῶν προκειμένων συναφείας, προτέτακται δὲ τῆς ἐν τῷ νʹ ψαλμῷ ἐξομολογήσεως, ἐν τοῖς εἰς αὐτὸν τεθεωρημένοις ἡμῖν προδιείληπται.