354
Ω∆Η ΨΑΛΜΟΥ ΤΩ ΑΣΑΦ. ΠΒʹ. Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; Μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς, ὁ Θεός. Ὁ μὲν οθʹ ψαλμὸς προανεφώνει τὸν ἀφανισμὸν τοῦ ἀμπελῶνος καὶ τὴν πτῶσιν τοῦ Ἰουδαίων ἔθνους, τοῦ τε παρ' αὐτοῖς τετιμημένου τόπου τὸν ἐμπρησμὸν καὶ τὴν ἐρημίαν· οἱ δ' ἑξῆς αὐτῷ δύο τὴν αἰτίαν ἐδίδασκον δι' ἣν πεπόνθασι ταῦτα· ὁ δὲ παρὼν, συνημμένος ἐκείνοις, ἱκετηρίαν καὶ δέησιν ὑπὲρ τοῦ λαοῦ ποιεῖται. Ἔδει γὰρ μετὰ τὰ σκυθρωπὰ ὥσπερ τινὰ θεραπείαν προσάγειν τοῖς προλεχθεῖσι, μέλλοντας ἐν τούτῳ περιγράφεσθαι τοὺς Τοῦ Ἀσὰφ ψαλμούς. ∆ιὸ καὶ Ὠδὴ ψαλμοῦ ἐπιγέγραπται ὁ παρὼν λόγος, διὰ τὸ τὰ χρηστὰ ὑπερεύχεσθαι τοῦ λαοῦ. Ἔστι δὲ ὁ παρὼν τῶν ἐπιγεγραμμένων Τοῦ Ἀσὰφ ιαʹ, ὧν πρῶτος ἦν ὁ οβʹ, συμπαραλαμβανομένου τοῖς προκειμένοις τοῦ μʹ καὶ θʹ, διὰ τὸ καὶ αὐτὸν εἶναι τοῦ Ἀσάφ. Γένοιντ' ἂν οἱ πάντες τὸν ἀριθμὸν ιβʹ. Λέγει δὲ διὰ τοῦ παρόντος ὁ Προφήτης ἐν τῇ πρὸς τὸν Θεὸν ἱκετηρίᾳ· Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; Μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς, ὁ Θεός. Ὁ μὲν γὰρ, φησὶ, τῷ Θεῷ μακροθύμῳ ὄντι καὶ ἀνεξικάκῳ, καὶ διὰ τοῦτο πάντων ἀνεχομένῳ, οὐδεὶς ὅμοιος. Τίς γάρ σοι παραπλησίως τὰς τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν δυσφημίας καὶ ὑπερηφανίας οἷός τ' ἂν εἴη φέρειν; ∆ιὸ σοὶ μὲν, ὁ Θεὸς, οὐδεὶς ὁμοιωθήσεται· ἐγὼ δὲ ὡς ἄνθρωπος, ἡττώμενος ὑπὸ τῆς ἐμαυτοῦ ἀσθενείας, τολμῶ δεῖσθαι, καὶ σοὶ τῷ Θεῷ μεθ' ἱκετηρίας λέγειν· Μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς, ὁ Θεός. Σιγᾷν δὲ λέγεται ὁ Θεὸς, ἐπειδὰν ἐπαιρομένων τῶν ἀθέων καὶ δυσσεβῶν ἀνδρῶν, ἀπροσποίητος μένει, μὴ ἐπάγων παραχρῆμα τὴν κατ' αὐτῶν ὀργὴν, μηδὲ ταῖς κατ' αὐτῶν τιμωρίαις χρώμενος. ∆ιὸ καὶ τοῖς ἁμαρτάνουσιν ὁ αὐτὸς Ἀσὰφ ἐν τῷ μʹ καὶ θʹ τὸν Θεὸν εἰσάγει λέγοντα· Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος. Τὰ δὲ αἴτια τῆς σιγῆς τοῦ Θεοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας παιδεύει ὁ Ἀπόστολος γράφων· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Ἀλλὰ σὺ μὲν, φησὶν, ὡς Θεὸς πάντων ἀνεχόμενος, πάντας φέρεις 23.993 πράως, καὶ ἐπὶ τοῖς ἀσεβῆ καὶ ἄθεα ἁμαρτάνουσι, καὶ κατὰ σοῦ τοῦ Θεοῦ βλασφημοῦσι, σιωπᾷς· ἐγὼ δὲ, μὴ δυνάμενος ταῦτα ὁρᾷν, δέομαι καὶ ἱκετεύω συγγνώμης τυχεῖν ἐπὶ τὸ μὴ δύνασθαι φέρειν σοι τῷ Θεῷ παραπλησίως· τίς γάρ σοι ὁμοιωθήσεται; ∆ιὸ ὡς ἄνθρωπος, ζῆλον ἔχων τὸν ὑπὲρ τῆς σῆς εὐσεβείας, τολμῶ ἱκετηρίαν σοι προσάγειν· ὥστε παύσασθαι μὲν τῆς ἀφάτου μακροθυμίας καὶ τῆς ἀνεξικάκου σιωπῆς· ἤδη δέ ποτε κινηθῆναι κατὰ τῶν τὰ ἀνήκεστα τετολμηκότων. ∆ιό φημι· Μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς· ἀνθ' οὗ ὁ μὲν Ἀκύλας, Μὴ καθησυχάσῃς, ὁ δὲ Σύμμαχος, Μὴ ἐρημάσῃς, εἰρήκασιν. Εἶτ' ἐπιλέγει ἑξῆς· Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν. Κατὰ δὲ τὸν Ἀκύλαν· Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ὤχλασαν, καὶ μισοποιοῦντές σε ἦραν κεφαλήν· κατὰ δὲ τὸν Σύμμαχον· Ἰδοὺ γὰρ οἱ ἐχθροί σου, φησὶ, συνηχοῦσι, καὶ οἱ μισοῦντές σε ἐπαίρουσι κεφαλήν. Ἠχοῦσι δὲ καὶ ὀχλάζουσιν οἱ ἐχθροὶ τοῦ Θεοῦ, ὅτε οὐκέτι κρύβδην, οὐδὲ πεφεισμένως τολμῶσι παραφθέγγεσθαι τὰς κατὰ τοῦ Θεοῦ βλασφημίας· ἤδη δὲ ἐκ τοῦ προφανοῦς καὶ ἀθρόως οἱ πάντες κατὰ τοῦ Θεοῦ τὰ ἄθεα προφέρονται ῥήματα, ὁποῖα τολμῶσι πράττειν κατὰ τοὺς τῶν διωγμῶν καιρούς. Εἶτα δὲ καὶ ὑψαυχενοῦντες καὶ φρυαττόμενοι τὴν κεφαλὴν ἐπαίρουσιν, ὅτε μάλιστα ἐπιτριβὴν αὐτοῖς ἡ σιωπὴ τοῦ Θεοῦ κατεργάζεται. Τούτων δὲ τὴν κεφαλὴν αἰρόντων, οἱ τοῦ Θεοῦ ἄνθρωποι καταπονούμενοι ταπεινοῦνται· ὡς ἔμπαλιν ταπεινουμένων τῶν ἐχθρῶν τοῦ Θεοῦ αἱ τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν κεφαλαὶ ὑψοῦνται. ∆ιὸ εἴρηταί που ἐξ αὐτῶν προσώπου τό· Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπ' ἐχθρούς μου. Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ