355
ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. Εἶπαν· ∆εῦτε, καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι. ∆υσωπεῖ τὸν Θεὸν ὁ Προφήτης ἐν ἁγίῳ Πνεύματι, διὰ τοῦ ὑπομιμνήσκειν, ὡς ἄρα λαὸς αὐτοῦ γεγόνοιο τὰ τοσαῦτα πεπονθώς. Εἶτα καὶ τῶν ἐν τῷ λαῷ διαλαμψάντων πάλαι πρότερον ἁγίων τοῦ Θεοῦ μέμνηται, δεόμενος καὶ ἀντιβολῶν μὴ τῶν ἐν αὐτοῖς ἀσεβῶν καὶ παρανόμων, μόνων δὲ τῶν ἁγίων αὐτοῦ μνησθῆναι, καὶ δι' αὐτοὺς τὸ πᾶν κατελεῆσαι ἔθνος. Ἀκόλουθα δὲ αὐτοῖς ποιοῦντες οἱ ἐχθροὶ τοῦ Θεοῦ, τὸν λαὸν αὐτοῦ πολεμοῦσι, πανουργίᾳ χρώμενοι καὶ δόλῳ, πρὸς τὸ καταβαλεῖν αὐτὸν καὶ ἀποστῆσαι τῆς τοῦ Θεοῦ εὐσεβείας. ∆ιὸ λέλεκται· Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. Μεμελημένως γὰρ καὶ πεφροντισμένως μηχανάς τινας κρυφίους κατὰ τοῦ λαοῦ τοῦ Θεοῦ καττύουσι, κατά τε τῶν ἁγίων αὐτοῦ ἐπιβουλὰς κατασκευάζονται, δι' ἕνα σκοπὸν ὃν ἐν ἑαυτοῖς προθέμενοί φασι· ∆εῦτε, καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα τοῦ Ἰσραὴλ ἔτι. Οἱ μὲν οὖν θεομάχοι οὐ βούλονται ἐν ἀνθρώποις ἔθνος Θεοῦ ὑφεστάναι· ἀλλὰ καὶ τὸ ὄνομα τοῦ Ἰσραὴλ ἐξαλειφθῆναι σπουδάζουσιν. Ὁ δὲ Θεὸς, ἀεὶ ἔθνος ἑαυτῷ ἐπὶ γῆς καταρτίζων, μετὰ τὴν τοῦ προτέρου λαοῦ πτῶσιν τὴν ἐξ ἐθνῶν συνεστήσατο 23.996 Ἐκκλησίαν, καὶ τὸ καινὸν καὶ νέον ἔθνος, τὸ καθ' ὅλης τῆς οἰκουμένης ἐκ τῆς τῶν ἐθνῶν ἐκλογῆς ὑποστάν. ∆ιὸ μειζόνως καὶ τὸ ὄνομα τοῦ Ἰσραὴλ, καὶ πάντων τῶν θεοφιλῶν ἀνδρῶν ἡ μνήμη ἀνυμνεῖται, τά τε τῆς θεοσεβείας κατορθώματα διαλάμπει. Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό· κατὰ σοῦ διαθήκην διέθεντο τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοὶ, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ, ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ' αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. ∆ιάψαλμα. Ὥσπερ διεγείρων καὶ παροξύνων τὸν Θεὸν ὁ Προφήτης ἐν τῇ ἱκετηρίᾳ τῇ ὑπὲρ τοῦ λαοῦ φάσκει τὸ, κατὰ σοῦ. Οὐ γὰρ κατὰ τοῦ λαοῦ, φησὶν, ἀλλὰ κατὰ σοῦ καὶ κατὰ τῆς σῆς διαθήκης τετολμήκασιν οἱ τοῦ λαοῦ σου πολέμιοι. Εἶθ' ἑξῆς διεξέρχεται τὰ ἐν τῇ τῶν Ἀσσυρίων ἐπιθέσει κατὰ Ἰουδαίων ἔθνους πραχθέντα. Καὶ ταῦτα θεσπίζει προδιελθὼν τὰς αἰτίας, δι' ἃς τοῖς πολεμίοις παρεδόθησαν. Ἐν μὲν γὰρ τῷ πρὸ τούτου ψαλμῷ τοὺς ἄρχοντας ἀπήλεγχε τοῦ λαοῦ φήσας· Ἕως πότε κρίνετε ἀδικίαν; καὶ πάλιν· Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. Ἐν δὲ τῷ ἀνωτέρω τὸ πᾶν διέβαλλεν ἔθνος εἰπών· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Ἀλλὰ καὶ ἐν τῷ οζʹ μακρὸν κατάλογον τῶν παρανομημάτων αὐτῶν διεξῆλθεν. Ἀκολούθως οὖν τὰ συμβεβηκότα αὐτοῖς μακροῖς ὕστερον χρόνοις διὰ τὰς προλεχθείσας αἰτίας προφητεύει. Καὶ ἐκεῖ κατὰ διαφόρους χρόνους πεπολιόρκηνται· πρότερον μὲν ὑπὸ Βαβυλωνίων, δεύτερον δὲ ὑπ' Ἀντιόχου τοῦ τῆς Συρίας βασιλέως, καὶ τὸ πάντων ὕστατον ὑπὸ Ῥωμαίων μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν τόλμαν. Εἰκότως τῇ προγνώσει τοῦ Πνεύματος τὰς τρεῖς ταύτας ὁ αὐτὸς προφήτης προαναφωνεῖ πολιορκίας· ἐν μὲν τῷ ογʹ τὴν ὑστάτην σημαίνων, ὡς κατὰ τοὺς οἰκείους τόπους παρεστήκαμεν· ἐν δὲ τῷ οηʹ τὴν ἐπὶ Ἀντιόχου τοῦ Σύρου, καθὼς ἀποδέδεικται· ἐν δὲ τῷ μετὰ χεῖρας τῆς πρώτης μέμνηται, λέγω δὲ τῆς Ἀσσυρίων, ἣν καὶ ὁ οθʹ ἐθέσπισε, τὸν ἐμπρησμὸν τοῦ ἀμπελῶνος καὶ τὴν ἐρημίαν αὐτοῦ σημήνας. Ἔστι δ' οὖν καὶ ἀπὸ τῆς ἱστορίας μαθεῖν, ὅσα κατὰ τὸ αὐτὸ συνῆλθον ἔθνη κατὰ τοῦ Ἰουδαίων λαοῦ ἐν τῇ πρώτῃ τῶν Ἀσσυρίων ἐπιθέσει, ἃ καὶ ἡ μετὰ χεῖρας καταριθμεῖται προφητεία· πρώτους Ἰδουμαίους ὀνομάζουσα, εἶτα Ἰσμαηλίτας, καὶ τρίτους Μωαβίτας, καὶ τετάρτους Ἀγαρηνοὺς, εἶτα Γεβαληνοὺς, καὶ Ἀμμανίτας, καὶ Ἀμαληκίτας. Καὶ ἐπὶ τούτοις, Ἀλλόφυλοι, φησὶ, μετὰ τῶν κατοικούντων Τύρον. Ἀντὶ δὲ τοῦ, ἀλλόφυλοι,