356
Ἀκύλας καὶ Σύμμαχος, Φυλισταίαν, ἐκδεδώκασιν· ἔθος δὲ καλεῖν τούτῳ τῷ ὀνόματι τοὺς τὴν Γάζαν καὶ τὴν Ἀσκάλωνα καὶ τὴν πάραλον οἰκοῦντας. Καὶ οὗτοι τοίνυν ἐφεξῆς οἱ παραλιῶται ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον ἐπέθεντο, φησὶ, κατὰ τοῦ λαοῦ σου· καὶ ἐπὶ πᾶσιν ὁ Ἀσσύριος, τὸ δὴ κεφάλαιον τῶν κακῶν, σὺν τούτοις ὁρμώμενος, 23.997 καὶ τούτοις συμμάχοις χρώμενος, τὴν παράταξιν ἐποιήσατο· ὁμοῦ τε πάντες οἱ προλεχθέντες ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας, Ἐγένοντο, φησὶ, βραχίων τοῖς υἱοῖς Λώτ· ὁ δὲ Σύμμαχος, Ἐγένοντο σύμμαχοι τοῖς υἱοῖς Λώτ. Υἱοὶ δὲ Λὼτ ἦσαν Ἀμμανῖται καὶ Μωαβῖται· δύο γὰρ οὗτοι γεγόνασιν υἱοὶ τοῦ Λὼτ, Μωὰβ καὶ Ἀμμών. Ταῦτα δὲ ὅτι μηδὲ ἄλλοτε ἐπληροῦτο ἢ κατὰ τοὺς Ἀσσυρίων χρόνους, σαφῶς ἡ ἱστορία παρίστησι. Τὸ τηνικαῦτα γὰρ πάντα τὰ ἐκ γειτόνων ἔθνη διαφθονούμενα τῇ Ἱερουσαλὴμ καὶ τῷ ἐν αὐτῇ γεγραμμένῳ ναῷ τοῦ Θεοῦ, διψῶντά τε τὴν ἀπώλειαν τοῦ παντὸς Ἰουδαίων ἔθνους, ὁμοῦ οὖν ἐπέθεντο κατ' αὐτῶν τῇ τῶν Βαβυλωνίων δυναστείᾳ συμμαχήσαντα. Τότε μὲν οὖν πολλὰ συνῆκτο κατ' αὐτῶν τὰ τοῖς Ἀσσυρίοις συμμαχοῦντα ἔθνη. Οὔτε δὲ κατὰ Ἀντίοχον, οὔτε κατὰ τὴν ὑστάτην πολιορκίαν, τὰ προκατηριθμημένα ἔθνη φαίνεται συμμαχήσαντα Ῥωμαίοις, ὁπηνίκα τὸν πρὸς Ἰουδαίους συνεστήσαντο πόλεμον. Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰν καὶ τῷ Σισάρᾳ, ὡς τῷ Ἰαβὶμ ἐν τῷ χειμάῤῥῳ Κισών. Ἐξωλοθρεύθησαν ἐν Ἀενδὼρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμωνᾶ. Τοιαῦτα θεσπίζει γενέσθαι τοῖς προλεχθεῖσιν ἔθνεσιν ὁ Προφήτης, ὁποῖα τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ, καὶ τῷ Ἰαβὶμ ἐν τῷ χειμάῤῥῳ Κισὼν συνέβη ποτέ· οἵτινες ὁμοῦ πάντες ἐξωλοθρεύθησαν ἐν Ἀενδὼρ, καὶ ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. Ἀλλὰ καὶ τοὺς ἄρχοντας τῶν προλεχθέντων ἐθνῶν τοιαῦτα παθεῖν ἀξιοῖ, ὁποῖα πεπόνθασιν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμωνᾶς. Τούτων δὲ πάντων τὴν ἱστορίαν εὑρήσεις ἐν τῇ βίβλῳ φερομένην τῶν Κριτῶν· ἔνθα καὶ ὁ Σισάρα καὶ ὁ Ἰαβὶς, καὶ οἱ λοιποὶ κατωνομασμένοι, ὁπόσα καὶ τίνα κατὰ τοῦ Ἰσραὴλ ἐμηχανήσαντο, καὶ ὁποῖα πεπόνθασιν, ἡ Γραφὴ παρίστησιν. Ἐφ' ἣν ἀναπέμψωμεν τὸν βουλόμενον τὰ κατ' αὐτοὺς εἰδέναι, διὰ τὸ μακροτέραν εἶναι τὴν περὶ αὐτῶν διήγησιν. Τὰ αὐτὰ σὺν ἐκείνοις καὶ τούτους ἱκετεύει παθεῖν, διότι ὁμοίως ἐκείνοις καὶ οὗτοι εἰρήκασι, Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ. Ἔλεγον δὲ ταῦτα καὶ οἱ περὶ τὸν Σισάρα, καὶ Ἰαβὶς, οἵ τε λοιποὶ, οὓς ὁ λόγος κατὰ λέξιν, περὶ τῆς σκηνῆς καὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ. Τὸ γὰρ ἁγιαστήριον τοῦ Θεοῦ ταῦτα ἦν, μήπω τῆς Ἱερουσαλὴμ συνεστώσης. Ἐπηύξατο δὲ ταῦτα ὁ Προφήτης κατὰ τῶν δεδηλωμένων· εἶτ' οὐκ εἰς μακρὸν ἐπληροῦτο τὰ τῆς εὐχῆς. Αὐτίκα γοῦν παραχρῆμα τῇ κατὰ τῶν Ἰουδαίων πολιορκίᾳ καὶ ἡ Ἀσσυρίων κατελύθη δυναστεία διαρκέσασα χρόνοις· καὶ μέχρι τούτου συστᾶσα μέχρις οὗ τοιαῦτα τετολμήκασι κατὰ τῆς Ἱερουσαλήμ. Μετ' οὐ πολὺ γοῦν Κῦρος, τῆς Περσῶν βασιλείας κρατήσας, καταλύει τὴν Ἀσσυρίων ἀρχήν. Καὶ τὰ λοιπὰ δὲ κατὰ μέρος ὠνομασμένα ἔθνη τοιαῦτα πέπονθεν, ὁποῖα ὁ λόγος προέφησεν· ὥστ' εἰκότως ἄν τινα φῆσαι, μὴ κατεύχεσθαι τὸν Προφήτην ἐν τούτοις τῶν δηλουμένων, προφητεύειν δὲ αὐτοῖς τὰ ἐσόμενα, κατά τινα συνήθειαν τῆς Γραφῆς προστακτικῷ τρόπῳ ἀντὶ προαγορευτικοῦ κεχρημένον· ὥσθ' ἡμᾶς ἐξακούειν τὸ, 23.1000 Ποίησον αὐτοῖς, ἀντὶ τοῦ, Ποιήσεις ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ. Ταῦτα δὲ περὶ τοῦ τέλους τῶν Ἀσσυρίων καὶ τῶν σὺν αὐτοῖς καταλεχθέντων ἐθνῶν προφητεύεται. Οὐ μὴν καὶ περὶ τῶν τὴν ὑστάτην πολιορκίαν μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν κατειργασμένων τοιαῦτά τινα ἐφέρετο. ∆ιὸ οὐδὲν Ῥωμαῖοι τοιοῦτον πεπόνθασι μετὰ τὴν κατὰ τοῦ ἔθνους ἐπιχείρησιν. Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου. Οὐκ ἀκαίρως ὁ Προφήτης,