357
μᾶλλον δὲ τὸ ἐν αὐτῷ ἅγιον Πνεῦμα, ἰδιοποιεῖται τὸν Θεὸν ἐν τῇ προκειμένῃ ἱστορίᾳ φάσκον, ὁ Θεός μου· οὐ γὰρ, ὁ Θεὸς ἡμῶν, φησὶν, ἀλλ' ὁ Θεός μου, ὡς ἂν ἑνός που καὶ σπανίου περιλελειμμένου κατὰ τὸν δηλωθέντα καιρὸν τῆς τῶν Ἀσσυρίων πολιορκίας, ἀξίου τοῦ Θεοῦ. Ὡς γὰρ τοῦ λαοῦ παντὸς ἐκπεσόντος, καὶ διὰ τὰς ἁμαρτίας τοῖς πολιορκηταῖς παραδοθέντος, οὐ κοινοποιεῖ τὴν ἐπίκλησιν· ἐξ οἰκείου δὲ μόνου προσώπου ἐπάγει λέγον· Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν. Τροχοῦ δὲ φύσις στρεπτὴ καὶ οὐχ ἑστῶσα ἐν ταὐτῷ. Τοιοῦτος δὲ πᾶς ὁ τῶν ἀθέων βίος, καιρῷ μὲν εἰς ὕψος ἐπαιρόμενος, εἶτα στροφὴν ποιούμενος τὴν ἐπὶ τοὐναντίον, τροχῷ παραπλησίως. Πρῶτον τοίνυν, Θοῦ αὐτοὺς ὡς τροχὸν, φησίν· εἶτα, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου· καὶ, ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν· καὶ ἐπὶ τούτοις, ὡσεὶ φλὸξ, ἣ κατακαύσει ὄρη. Αὐτοὺς γὰρ κατ' αὐτῶν ἐπαναστῆναι, καὶ δι' ἑαυτῶν τὰς τιμωρίας ὧν τετολμήκασιν ὑποσχεῖν διὰ τούτων θεσπίζει εἰπών· Θοῦ αὐτούς. Παραθήσεις δὲ τῷ, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου, τὸ ἐν ἑτέροις λελεγμένον· Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως· ἀλλ' ὡς χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. Τὸ δὲ, ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμὸν, παρίστησιν αὐτοὺς εἶναι τὸ πῦρ, καὶ αὐτοὺς εἶναι τὸν δρυμόν· ὥστε αὐτοὺς ὑφ' ἑαυτῶν φλεχθήσεσθαι κατὰ τὸ φάσκον λόγιον· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾖ ἐξεκαύσατε. Τὸ δὲ, ὡσεὶ φλὸξ ἣ κατακαύσει ὄρη, δείκνυσι τῆς αὐτῶν κακίας τὸ μέγεθος, καὶ ὡς ἡ αὐτῶν φλὸξ τὰ ἐπάρματα αὐτῶν καὶ τὰ ὑψώματα, ὥσπερ τινὰ ὄρη, κατακαύσει. Ἐπιλέγει δὲ τούτοις· Οὕτω καταδιώξεις αὐτούς. Καὶ ἐν ἑτέροις δὲ λέλεκται· Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος, ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. Ἐδίδαξε δὲ διὰ τούτων ὁ λόγος, ὅτι ἡ καταιγὶς καὶ ἡ ὀργὴ τοῦ Θεοῦ οὐ πάθη τυγχάνει τοῦ Θεοῦ, ἀλλ' ἡ τοιάδε τις ἐπίσκηψις, δι' ἧς αὐτοὺς καθ' ἑαυτῶν ἐπαναστάντας ἐξ ἑαυτῶν λαβεῖν ὧν ἔδρασαν τὴν τιμωρίαν συνέβαινε. Ταῦτα δὲ πάντα ἱκετεύει, ἢ καὶ μᾶλλον θεσπίζει κατὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ ἔσεσθαι· ἵνα κἂν οὕτω ποτὲ ὠφεληθεῖεν. Εἰ δὴ ὠφέλεια μεγίστη τυγχάνει τὸ γνῶναι τὸν Θεὸν, καὶ ἐπὶ ζήτησιν τοῦ ὀνόματος αὐτοῦ ἐλθεῖν, ὅπερ ἔσεσθαι περὶ αὐτῶν μετὰ τὰ προλεχθέντα διδάσκει λέγων· Καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε. Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν. Καὶ γνώτωσαν, ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Τῆς τῶν ἐχθρῶν τοῦ Θεοῦ τελευτῆς δύο τρόπους ἔσεσθαι 23.1001 θεσπίζει· ἕνα μὲν καθ' ὃν χρηστὰς αὐτοῖς ἐλπίδας ἐπιγράφει· εἰ δὴ ἀγαθὸν ἡ γνῶσις τοῦ Θεοῦ, καὶ ἡ τοῦ ὀνόματος αὐτοῦ κατάληψις, καὶ τὸ παιδευθῆναι τοὺς πρότερον μὴ εἰδότας τὸν Θεὸν, ὡς ἄρα αὐτὸς εἴη μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν· τοὺς γὰρ ταῦτα ὁμολογοῦντας, λήθην μὲν πεποιῆσθαι τῆς προτέρας ἑαυτῶν πολυθέου πλάνης, εἰκὸς ἀποθέσθαι τε τὴν ματαίαν καὶ ἀπατηλὴν περὶ θεῶν ψευδολογίαν· τὸν δὲ ἕτερον τρόπον, καθ' ὃν αἰσχύνην καὶ ταραχὴν καὶ ἐντροπὴν, καὶ ἐπὶ πᾶσι τούτοις ἀπώλειαν προαγορεύει τοῖς τούτων ἀξίοις. Τοῖς μὲν γὰρ ἐκ τῆς θείας ἐπιστροφῆς μεταβάλλουσιν ἐπὶ τὸ κρεῖττον τὴν θείαν γνῶσιν παρέσεσθαι διδάσκει· τοῖς δὲ τῇ ἑαυτῶν ἐγκαταγηρῶσι κακίᾳ τὸν ὄλεθρον καὶ τὴν ἀπώλειαν ἀπειλεῖ. ∆ιὸ περὶ μὲν τῶν χειρόνων λέλεκται· Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν· Περὶ δὲ τῶν ἐπὶ τὸ κρεῖττον μεταβληθησομένων τὸ, Καὶ γνώτωσαν, ὅτι τὸ ὄνομά σοι Κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. ∆ύναται δὲ καὶ περὶ τῶν αὐτῶν τὰ πάντα λέγεσθαι, ὡς τῶν ἐχθρῶν τοῦ Θεοῦ, καθ' ὃν πείσονται καιρὸν τὰ προκαταλεχθέντα, ἐντραπησομένων καὶ αἰσχυνθησομένων, καὶ ἀπωλείᾳ παραδοθησομένων, καὶ τότε αὐτῇ πείρᾳ γνωσομένων καὶ ὁμολογησόντων ἕνα εἶναι καὶ μόνον Θεὸν τὸν ὕψιστον καὶ ἐπὶ πᾶσαν τὴν γῆν, τὸν καὶ δικαίᾳ κρίσει μετελθόντα