358
αὐτοὺς τῶν τετολμημένων αὐτοῖς χάριν. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΛΗΝΩΝ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΨΑΛΜΟΣ. ΠΓʹ. Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. ∆ιαλελοιπότων τῶν ἐπιγεγραμμένων ψαλμῶν τοῦ Ἀσὰφ, ὧν πρῶτος μὲν ὁ οβʹ, τελευταῖος ὁ βʹ καὶ πʹ, ἕπεται ὁ παρὼν πγʹ, τοῖς υἱοῖς Κορὲ ἐπιγεγραμμένος, περὶ ὧν ἐν τοῖς προτεχνολογουμένοις τὰ δόξαντα διειλήφαμεν. Ἐπιτηρῆσαι δὲ ἀναγκαῖον, ὡς οἱ πάντες τοῦ Ἀσὰφ δώδεκα τυγχάνουσι τὸν ἀριθμὸν ψαλμοί· ἰσάριθμοι δὲ τούτοις εἰσὶ καὶ οἱ ἐπιγεγραμμένοι τῶν υἱῶν Κορέ. Ἀλλὰ τῶν υἱῶν Κορὲ ὀκτὼ μὲν ἦσαν ἑξῆς συνημμένοι οἱ ἀπὸ τοῦ μαʹ ψαλμοῦ· οἱ δὲ λείποντες τέσσαρες ἐνταῦθα πρόκεινται, ἀρχόμενοι μὲν ἀπὸ τοῦ πγʹ, ἐφεξῆς δὲ κείμενοι τῶν ἐπιγεγραμμένων τοῦ Ἀσάφ. Ὡσαύτως δὲ καὶ οἱ τοῦ Ἀσὰφ ιαʹ μέν εἰσι συνημμένοι, οἱ ἀπὸ οβʹ καὶ ἐπὶ τὸν πβʹ. Ὁ δὲ ιβʹ ἑξῆς κατατέτακται τοῖς πρώτοις ὀκτὼ τῶν υἱῶν Κορὲ, ὥσπερ ἀντιδόσεως γενομένης διὰ τὰς ἐν ταῖς παρ' ἑκατέροις προφητείας ἐπικοινωνούσας ἀλλήλαις θεωρίαις. Ἦσαν μὲν οὖν οἱ πρῶτοι τῶν υἱῶν Κορὲ ὀκτὼ τὸν ἀριθμὸν, οἱ πάντες ἀπὸ τοῦ μαʹ ἀρχόμενοι, καὶ λήγοντες εἰς τὸν μηʹ. Περιεῖχον δὲ, ὥσπερ ἐν κεφαλαίῳ εἰπεῖν, ἐπὶ τῷ ἐκ περιτομῆς λαῷ κλαυθμὸν καὶ θρῆνον καὶ ὀδυρμὸν, Χριστοῦ τε παρουσίαν καὶ κλῆσιν ἐθνῶν. Ἀλλὰ τῶν μὲν εἰρημένων ὀκτὼ τοιαύτη τις ἦν ἡ ὑπόθεσις· τῶν δὲ ἐπὶ τοῦ παρόντος ἐπιγεγραμμένων καὶ αὐτῶν υἱῶν Κορὲ τεσσάρων ὄντων, οἱ μὲν ὕστατοι δύο γένεσιν καὶ θάνατον αὐτοῦ περιειλήφασιν, ὥσπερ ἐπίτηδες ταμιευσαμένου τοῦ Λόγου ἐπὶ τέλει πάντων τὰς περὶ 23.1004 τούτων προῤῥήσεις ἐκφῆναι. Πολὺς γοῦν ἦν ὁ περὶ τῆς γενέσεως αὐτοῦ λόγος, ἣν ἐν τῷ πʹ ψαλμῷ ἐπικεκρυμμένως ᾐνίξατο· καὶ ἐπιπλείων καὶ βαθύτερος ὁ περὶ τοῦ θανάτου αὐτοῦ, ὃν ὑπὲρ ἀνθρώπων ἀνεδέξατο, ὃς ἔνι τῶν πάντων ἐπιγεγραμμένων υἱῶν Κορὲ τελευταῖος· λέγω δὲ τῷ πζʹ περιείληπται. Οἱ δὲ τούτων ἡγούμενοι δύο ψαλμοὶ, ὅ τε μετὰ χεῖρας καὶ ὁ ἑξῆς αὐτῷ, τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν καὶ τὰ ἐπὶ ταύτῃ κατορθώματα θεσπίζουσιν. Ὅ γε μὴν προκείμενος ἐπιγέγραπται, εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν. Τριῶν δὲ ὄντων τῶν τὴν τοιαύτην ἐπιγραφὴν ἐχόντων, εἷς μὲν οὗτος τυγχάνει· ὁμοίως δὲ ἐπιγέγραπται καὶ ὁ ηʹ, καὶ πάλιν ὁ πʹ. Ἀλλὰ τούτων μὲν δύο ὠνομάσθησαν ψαλμοὶ, ὅ τε ηʹ καὶ ὁ παρών. ∆ιὸ χρηστῶν παρόντων ἀπαγγελίας περιέχουσιν. Ὁ δὲ πʹ ἦν μὲν Ὑπὲρ τῶν ληνῶν, οὐ μὴν καὶ ψαλμὸς, διὰ τὸ σκυθρωπά τινα περιέχειν κατὰ τοῦ Ἰσραήλ. Τρεῖς δὲ ὄντες οἱ Ὑπὲρ τῶν ληνῶν, τρισὶν ἀνάκεινται προσώποις· ὁ μὲν ηʹ τῷ ∆αυῒδ, ὁ δὲ πʹ τῷ Ἀσὰφ, ὁ δὲ μετὰ χεῖρας τοῖς υἱοῖς Κορέ. Καὶ συμφώνως γε οἱ τρεῖς ἐπιγράφονται εἰς τὸ τέλος, ὡς οἶμαι, διὰ τὰς ἐν αὐτοῖς προφητείας, εἰς τὸ τέλος τῶν καιρῶν, καὶ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἐπιτελεσθείσας. Πάλαι μὲν οὖν, ὡς ἂν ἑνὸς ὑπάρχοντος ἀμπελῶνος, περὶ οὗ εἴρητο, Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι· μία ὥσπερ ληνὸς ἦν ἐν αὐτῷ, ἧς μέμνηται ὁ Ἡσαΐας ἐκ προσώπου τοῦ Κυρίου λέγων· Καὶ ᾠκοδόμησα πύργον, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ. Ἐσήμαινε δὲ ἄρα, διὰ μὲν τοῦ πύργου τὸν ἐν Ἱεροσολύμοις νεὼν, διὰ δὲ τοῦ προληνίου τὸ πρὸς τῷ ναῷ θυσιαστήριον, ὅπερ οὐ ληνὸν, ἀλλὰ προλήνιον ὠνόμασεν, εἰκότως· ἐπειδὴ τῶν νοητῶν τὰ σωματικὰ προηγεῖτο, καὶ πρὸ τῆς Καινῆς ∆ιαθήκης ἡ παλαιὰ σύμβολα καὶ εἰκόνας τῶν ἀληθῶν παρὰ Ἰουδαίοις ἐφυλάττετο· διόπερ οὐ ληνὸς, ἀλλὰ προλήνιον ὠνομάζετο τὸ παρ' ἐκείνοις θυσιαστήριον. Ὡς ἑνὸς δὲ τοῦ ἀμπελῶνος, μία ἦν πάλαι ληνὸς, καὶ ἑνὸς ναοῦ θυσιαστήριον. Οἱ δὲ ἐν τῷ παρόντι δηλούμενοι τρεῖς ψαλμοὶ οὐ περὶ μιᾶς, ἀλλὰ περὶ πολλῶν μνημονεύουσι ληνῶν, τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην τοῦ Σωτῆρος ἡμῶν ἐκκλησιῶν τοῦτον δηλουμένων τὸν τρόπον. Αὐτίκα διὰ