359
τῶν προκειμένων εἴρηται μὲν ἐν τῇ προγραφῇ ὑπὲρ τῶν ληνῶν· ἑξῆς δὲ ἐπιλέγεται· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! μονονουχὶ σαφηνίζοντος τοῦ λόγου τὰς προτεταγμένας ληνοὺς, τίνες ποτὲ εἶεν. ∆ηλοῖ γὰρ ταύτας εἶναι τὰ σκηνώματα τοῦ Κυρίου, δηλαδὴ τὰς ἐκκλησίας αὐτοῦ, ἃς προϊὼν λευκότερον πάλιν ὀνομάζει λέγων· Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Καὶ αὖθις προϊών φησι· Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων. Καὶ ὅρα εἰ μὴ συμφώνως τῇ προγραφῇ ὑπὲρ τῶν ληνῶν περιεχούσῃ πληθυντικῶς τὰ σκηνώματα εἴρηται, καὶ αὐλαὶ καὶ τὰ θυσιαστήρια, σαφῶς τοῦ λόγου οὐκέτι τὸ παλαιὸν ἓν σκήνωμα ἐν Ἱεροσολύμοις, οὐδὲ τὸ ἓν θυσιαστήριον τὸ αὐτόθι ἱδρυμένον, οὐδὲ τὴν αὐτόθι μίαν αὐλὴν, ἀλλὰ 23.1005 τὰ καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης θυσιαστήρια καὶ τὰ σκηνώματα καὶ τὰς αὐλὰς δηλοῦντος. Ἄλλοι μὲν οὖν ἄλλα, φησὶν, ἀγαπῶσι, καὶ περὶ πολλοῦ ποιοῦνται· ἐμοὶ δὲ, ὦ Κύριε, τὰ σὰ σκηνώματα προσφιλῆ καὶ ἀγαπητὰ τυγχάνει, ἐν οἷς κατηξίωσας αὐτὸς ἅμα ἀνθρώποις τὰς διατριβὰς ποιησάμενος κατασκηνῶσαι, φήσας· Ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Οὕτω δέ μοι προσφιλῆ καὶ ἀγαπητὰ τυγχάνει τὰ εἰρημένα, ὥστε δι' ὑπερβολὴν ἐπιθυμίας αὐτῶν ὁμολογεῖν ἐκλείπειν τὴν ψυχήν μου τῷ περὶ αὐτὰς πόθῳ νικωμένην, καὶ τῆς ζωῆς αὐτῆς προτιμᾷν τὰς ἐν ταῖς αὐλαῖς σου διατριβάς. Καὶ οὐ μόνη γε ἡ ψυχή μου ἐκλείπει, ἀλλὰ καὶ ἡ καρδία μου καὶ πρὸς τῇ καρδίᾳ μου καὶ αὐτό μου τὸ σῶμα καὶ ἡ σὰρξ ἣν περιβέβλημαι. Καὶ ταῦτα γὰρ ἐκ τῆς μνήμης τῆς παρὰ σοὶ ζωῆς χαρᾶς πληροῦται καὶ εὐφροσύνης· ὥστ' ἀληθεύοντά με λέγειν· Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. Ζῶν γὰρ ὁ ἡμέτερος Θεὸς, καὶ μόνος ἰδιόκτητον καὶ φυσικὴν ἐν αὐτῷ κεκτημένος ζωὴν, μᾶλλον δὲ αὐτὸς ὢν ἡ πηγὴ πάσης ζωῆς, πᾶσι τοῖς πλησιάζουσι ταύτης μεταδίδωσι. ∆ιόπερ καὶ αὐτὴ ἡ φύσει θνητὴ καὶ φθαρτή μου σὰρξ χαίρει καὶ συγχαίρει, ἅτε δι' αὐτῆς κοινωνήσουσα αἰωνίου ζωῆς, καὶ τῆς τοῦ Θεοῦ χάριτος μεταληψομένη. Ταῦτα δέ φησιν ὁ Προφήτης διδάσκων, ὁποῖον εἶχε ἔρωτα καὶ πόθον περὶ τὰ ὑπ' αὐτοῦ προφητευόμενα. ∆ιόπερ ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον. Τὴν σάρκα δέ φησιν ἅμα τῇ καρδίᾳ ἀγαλλιᾶσθαι ἐπὶ Θεὸν ζῶντα, αἰνιττόμενος, ὡς οἶμαι, καὶ τοῦ Σωτῆρος τὴν ἐκ νεκρῶν ἀνάστασιν. Ἐπειδὴ γὰρ οἱ τῶν ἐθνῶν νομιζόμενοι θεοὶ νεκροὶ ἄψυχοι τυγχάνουσι· Τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· ταῦτα δὲ ἔσεβον οἱ τότε ἄνθρωποι· ἐγὼ, φησὶν, οὐ τοιοῦτόν τινα Θεὸν, ἀλλὰ ζῶντα Θεὸν προθεωρῶν, τῇ καρδίᾳ εὐφραίνομαι· καὶ αὕτη δέ μου ἡ σὰρξ ἐπὶ τούτῳ τῷ Θεῷ ἠγαλλιάσατο, ὡς ἐπὶ Θεῷ ἀληθῶς ζῶντι καὶ ζωοποιοῦντι τοὺς νεκροὺς, ὃς καὶ αὐτήν μου ζωοποιήσει τὴν σάρκα διὰ τῆς ἑαυτοῦ ἀναστάσεως. ∆ιὸ πρὸς τῇ ψυχῇ καὶ ἡ σάρξ μου ἠγαλλιάσατο. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς, τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων. Καὶ πῶς γὰρ οὐ δίκαιον, φησὶ, προσφιλῆ καὶ ἀγαπητὰ ὁμολογεῖν εἶναι τὰ σκηνώματά σου, ὦ Κύριε, ὁπότε καταφυγὴ γέγονε παντὶ τῷ οἵῳ τε λέγειν· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· καὶ πάλιν τῷ φάσκοντι· Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν. Πολλῶν γὰρ τὴν τοῦ θεοφιλοῦς ψυχὴν παγίσι μεταβάλλειν καὶ δικτύοις ὥσπερ θηρεύειν αὐτὴν πειρωμένων, διιπταμένην ὧδε κἀκεῖσε, καὶ πάντη περινοστοῦσαν, τῷ μὴ ἔχειν ἀνάπαυσιν ἐν τῷ θνητῷ βίῳ, μόνα τὰ τοῦ Θεοῦ σκηνώματα καταφυγὴ τῇ τοιαύτῃ γέγονε. ∆ιὸ εἴρηται· Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, ἀλλὰ 23.1008 καὶ τρυγὼν νοσσιάν· ἡ κατὰ τὴν ἐνεστῶσαν ζωὴν σεμνότητα καὶ σωφροσύνην ἀσκοῦσα