360
ψυχὴ (τοιοῦτον γὰρ εἶναι λέγεται τὸ ὄρνεον), ἀποκλᾳομένη καὶ θρηνοῦσα τὴν ἐν ἀνθρώποις κακίαν, εὗρε καταφυγὴν καὶ αὐτὴ τὰ καθ' ὅλης τῆς οἰκουμένης ἱδρυθέντα διὰ τῆς τοῦ Χριστοῦ σου διδασκαλίας θυσιαστήρια· ἔνθα ὥσπερ ἐν καλιαῖς καὶ νεοττίαις τὰ ἀρτιγενῆ καὶ νεογνὰ τῶν αὐτῆς τέκνων ἀποθήσεται, ἀσφαλῆ καὶ ἀνεπιβούλευτον εὑροῦσα τοῖς ἑαυτῆς νεοττοῖς μονήν· ὥστε εἶναι τὰ θυσιαστήριά σου στρουθίῳ μὲν οἰκίαν, καλιὰν δὲ τρυγόνι. Ταῦτα γὰρ τὰ ὄρνεα, τὸ στρουθίον λέγω καὶ ἡ τρυγὼν, πάλαι μὲν, πρὸ τοῦ συστῆναι τὰ πανταχοῦ γῆς θυσιαστήρια, οὐκ εἶχε καταφυγήν· ἐπλανᾶτο δὲ μακροῖς χρόνοις, ἐν οἷς ἠλαύνετο καὶ ἐδιώκετο πρὸς τῶν θηρευτῶν. ∆ιὸ δὴ ἔλεγον ὁ δίκην στρουθίου ἐλαυνόμενος· Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου, μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Καὶ ῥυσθέντες γε ἐκ χειρὸς ἐχθρῶν, ὡμολόγουν λέγοντες καὶ αὐτοί· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ἀφανεῖς οὖν καὶ ἀόρατοι οἱ θηρευταὶ ταῖς τὸν οὐράνιον καὶ μετάρσιον βίον μεταδιωκούσαις ψυχαῖς ἐπιβουλεύοντες, δίκτυα καὶ παγίδας ἱστῶντες, θήρατρά τε παντοῖα κατεσκεύαζον εἰς ἐπιβουλὴν αὐτῶν. Καὶ ταῦτά γε παρίστατο διὰ τοῦ προηγουμένου ψαλμοῦ, ἐν ᾧ εἴρητο· Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν. Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, ἐβουλεύσαντο κατὰ τῶν ὁσίων σου. Κατὰ τούτους τῶν διωγμῶν καιροὺς, καθ' οὓς οἱ ἐχθροὶ τοῦ Θεοῦ τὸν λαὸν αὐτοῦ πολεμοῦντες ἤλαυνον, οἱ τοῦ Θεοῦ ἄνθρωποι δίκην στρουθίων ὧδε κἀκεῖσε περιφεύγοντες, ὕστερόν ποτε εἰρήνης καταξιωθέντες, εὗρον τὰ σκηνώματα τοῦ Θεοῦ, καὶ τὰς αὐλὰς αὐτοῦ, καὶ τὰ θυσιαστήρια καταφυγὴν ἑαυτοῖς καὶ ἀνάπαυσιν. Εἴποις δ' ἂν τοὺς μὲν εὐζώνους καὶ τὸν μονήρη βίον ἐπανῃρημένους εἶναι στρουθίον, τοὺς δὲ παιδοποιίας καὶ τῆς ἄλλης οἰκονομίας πρόνοιαν πεποιημένους, τὴν τρυγόνα, ἣν τῷ Θεῷ φησι προσφέρειν δεῖν τοὺς ἑαυτοὺς νεοττοὺς καὶ ἀνατιθέναι αὐτοὺς, ὡς ἐν καλιᾷ ἐν τοῖς θυσιαστηρίοις αὐτοῦ. Ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. ∆ιάψαλμα. ∆ιὰ τί προσφιλῆ μοι τυγχάνει καὶ ἀγαπητὰ τὰ σκηνώματά σου, καὶ τίνος ἕνεκα ἐκλείπει ἡ ψυχή μου περὶ αὐτὰ, ἀλλὰ καὶ ἡ καρδία μου καὶ ἡ σάρξ μου ἐπὶ τίνι ἠγαλλιάσατο; Ἐπειδήπερ εὗρεν ἑαυτῷ στρουθίον οἰκίαν καὶ τρυγὼν νοσσιὰν, τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων· παρ' οἷς θυσιαστηρίοις οἱ μὴ πρὸς βραχὺ διατρίβοντες, ἀλλ' εἰς τὸ διηνεκὲς κατοικοῦντες, καὶ παραμόνως ἐμμένοντες, τρισμακάριοι τυγχάνουσι. Τοῦτο δ' εἰπὼν, πάντα τὰ παρὰ Μωϋσεῖ νόμιμα περιέγραψεν. Οὐ γὰρ μακαρίους εἶπε τοὺς ἐμπεριτόμους, οὐδὲ τοὺς τὰ Σάββατα φυλάττοντας, οὐδὲ τοὺς τὰς παρὰ Μωϋσεῖ θυσίας καὶ τὰς λοιπὰς τοῦ σωματικοῦ νόμου ἐντολὰς ἐπιτηροῦντας, ἀλλ' οὐδὲ τοὺς ἀπογόνους Ἀβραὰμ, οὐδὲ τὸν Ἰσραὴλ, 23.1009 οὐδὲ τὸ Ἰουδαίων ἔθνος, ἀλλ' ἁπαξαπλῶς ἅπαντας τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Τί γὰρ ἂν γένοιτο ἀληθῶς μακαριώτερον τοῦ βασιλέα μὲν τὸν Θεὸν αὐτοῦ, καὶ τὸν Κύριον τῶν δυνάμεων ἐπιγράφεσθαι, οἰκεῖν δὲ τὸν οἶκον αὐτοῦ διηνεκῶς, ἐξ οὗ πορίζεται ἡ τοῦ Θεοῦ ἀθανασία καὶ ἡ αἰώνιος ζωή; Τοῦτο γοῦν παρίστησιν ὁ λόγος φάσκων· Εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου. Πῶς δ' ἂν ἄλλως δύναιτό τις εἰς τοὺς αἰῶνας τῶν αἰώνων τὸν Θεὸν αἰνεῖν ἢ διαιωνίζων καὶ αὐτὸς, ἀΐδιόν τε καὶ ἀθάνατον κεκτημένος ζωήν; Μακάριος ἀνὴρ οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν ἔθετο. Πληρώσας τὸν εἱρμὸν καὶ τὴν ἀκολουθίαν τῆς διανοίας, μεταβολῇ κέχρηται τοῦ λόγου ἀπὸ διαψάλματος. ∆ιόπερ ἀνωτέρω πληθυντικῶς μακαρίους τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ τοῦ Θεοῦ εἰπὼν, ἐνταῦθα ἕνα τινὰ μακαρίζει κατὰ ἐξαίρετον. Τίνα δὲ τοῦτον ἢ τὸν ἐν τῇ