361
κοιλάδι τοῦ κλαυθμῶνος ἀντιλήψεως τῆς παρὰ τοῦ Θεοῦ ἠξιωμένον, τὸν καὶ ἀναβάσεις ἐσχηκότα Θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ; Τοῦτον γὰρ τὸν ἄνδρα πάλιν μακαρίζει· ἀλλ' οὐ τὸν τῶν παρὰ Μωϋσεῖ σωματικῶν ἐντολῶν φύλακα. Τοιοῦτος δέ ἐστι πᾶς ὁ ἀποκλᾳόμενος ἑαυτὸν ἐν τῷ θνητῷ καὶ ἀνθρωπίνῳ βίῳ, καὶ τὴν ἐπίγειον ταύτην ζωὴν βαρούμενος, ἢν κοιλάδα κλαυθμῶνος ὁ λόγος ὀνομάζει, διὰ τὸ κλαυθμοῦ ἄξια εἶναι τὰ ἐνταῦθα, κλαυθμοῦ τε ἄξια πράττειν τοὺς ἐπὶ γῆς ἀνθρώπους, καὶ διὰ τὸ τοὺς ἁγίους τοῦ Θεοῦ κατὰ τὸν παρόντα βίον ἀποκλᾴεσθαι, στενάζοντας καὶ βαρουμένους κατὰ τὸν Ἀπόστολον. Πᾶς οὖν ὁ ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος, τουτέστιν ἐν τῷ θνητῷ βίῳ τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως τυγχάνων, μακάριος ἀληθῶς ἂν εἴη, ὅτε μάλιστα ἀναβάσεις τοῦ Θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ γίνονται. Τῶν γὰρ ἄλλων ἀνθρώπων θνητοῖς λογισμοῖς καθελκομένων εἰς πᾶν εἶδος ἁμαρτίας, ἀλλὰ καὶ δαιμόνων ἐπιβολαῖς, καὶ πονηρῶν πνευμάτων ἐνθυμήσεσι ὑποσκελιζομένων, ὁ μὴ τούτοις ἁλισκόμενος, κατὰ δὲ Θεοῦ χάριν ἀναβάσεις ἀγαθὰς καὶ λογισμοὺς ἐκ Θεοῦ πεμπομένους ἐν τῇ καρδίᾳ αὐτοῦ κτώμενος, οὗτος ἀληθῶς μακάριος, ὁ καὶ διὰ παντὸς κατοικῶν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, καὶ ὥσπερ ἱερεύς τις μόνῃ τῇ λατρείᾳ τοῦ Θεοῦ σχολάζων, καὶ μακάριος οὗτος· ἅτε πρῶτον μὲν ἀντιλήπτορα ἔχων τὸν Θεὸν βοηθοῦντα αὐτῷ, καὶ ἀντιλαμβανόμενον ἐν πάσαις αὐτοῦ ταῖς πράξεσιν· ἔπειτα κεκτημένος ἀναβάσεις Θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ· ἀγαθοὺς δὲ λογισμοὺς σημαίνουσιν αἱ ἀναβάσεις καὶ ἀγαθὰς ἐνθυμήσεις τὰς κατὰ Θεοῦ βουλὴν ἀνιούσας καὶ ἀνατρεχούσας ἐπὶ τὴν μνήμην τοῦ μακαριζομένου. Νοήσεις δὲ τοῦτο παραθεὶς τό· Ὅταν διώκωσιν ὑμᾶς καὶ ἄγωσιν εἰς συνέδρια, μὴ μεριμνήσητε πως ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ὁ λόγος ἐν ἀνοίξει τοῦ στόματος ὑμῶν. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς τὸ λαλοῦν ἐν ὑμῖν. Ἐν ᾧ γὰρ τὸ Πνεῦμα τοῦ Θεοῦ λαλεῖ, τούτου ἀναβάσεις Θεοῦ ἐν καρδίᾳ αὐτοῦ γίγνονται. ∆ιὸ εἰκότως μακαρίζεται. Οὗτος δὲ αὐτὸς ἐν τῷ χωρίῳ τοῦ κλαυθμῶνος, τουτέστιν ἐν τῷ περιγείῳ τόπῳ τὴν τοῦ Θεοῦ ∆ιαθήκην καὶ τὰ λόγια αὐτοῦ πρεσβεύων διέθετο. 23.1012 Ἀντὶ δὲ τοῦ, ∆ιέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, ὁ Σύμμαχός φησι, Προοδεύων κοιλάδα ἔκλαιεν. Κοιλάδα δὲ κλαυθμῶνος ἐν τούτοις τὸν ἀνθρώπινον ἔφαμεν δηλοῦσθαι βίον, ὃν ὁ μακαριζόμενος παροδεύων καὶ παρατρέχων, ὥσπερ τις πάροικος καὶ παρεπίδημος, τὴν ἐπουράνιον ἑαυτοῦ πατρίδα ποθῶν, ἀποκλᾴεται κλαυθμὸν τὸν μακαριοποιὸν κατὰ τό· Μακάριοι οἱ κλαίοντες. Οἷος ἦν ὁ Παῦλος λέγων· Ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι. Ἀντὶ δὲ τοῦ, Εἰς τόπον ὃν ἔθετο, ὁ μὲν Ἀκύλας φησὶ, Πηγὴν θήσονται αὐτήν· ὁ δὲ Σύμμαχος, Πηγὴ τάξεται. Τίνα δὲ αὐτὴν, φησὶ, πηγὴν θήσονται, ἢ δηλονότι τὴν κοιλάδα τοῦ κλαυθμῶνος; Ὅλον γοῦν οὕτως ἡρμήνευσεν ὁ Ἀκύλας εἰπών· Παρερχόμενοι ἐν κοιλάδι τοῦ κλαυθμοῦ, πηγὴν θήσονται αὐτήν. ∆ηλοῖ δὲ διὰ τούτων, ὡς ἄρα οἱ πάροικοι καὶ παρεπίδημοι ἐν τῷ βίῳ τούτῳ τὴν τῶν ἀνθρώπων κοιλάδα πηγὴν θήσουσι, ἢ τάξουσι πηγὴν κατὰ τὸν Σύμμαχον, τὴν ἔνθεον διδασκαλίαν τοῦτον ὀνομάσαντες τὸν τρόπον. Πηγὴ γὰρ ζωῆς καὶ ποτὸν ἀθανασίας ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος τῷ τῶν ἀνθρώπων βίῳ καταβέβληται ὑπὸ τῶν τοῦ Θεοῦ ἀνθρώπων διὰ τῆς ζωοποιοῦ καὶ θεοσεβοῦς διδασκαλίας, ἣν αὐτοὶ μετῆλθον, καὶ ἑτέροις καταλελοίπασιν ἐν ταῖς ἑαυτῶν γραφαῖς. Τούτοις δὲ αὐτοῖς, φησὶν, εὐλογίας μισθὸν τοῦ κλαυθμοῦ καὶ καρπὸν ἐπάξιον δώσει ὁ νομοθέτης αὐτῶν. Τίσι δὲ τούτοις δώσει τὰς εὐλογίας, ἢ δηλονότι τοῖς ἐν τῇ κοιλάδι ταύτῃ ἀποκλᾳομένοις καὶ πηγὴν ἐν αὐτῇ θεμένοις; Ἀντὶ δὲ τοῦ, ὁ νομοθετῶν, ὁ μὲν Ἀκύλας, πρώϊμος, ὠνόμασεν, ὁ δὲ Σύμμαχος, ὁ ὑποδείκτης· ἡ δὲ πέμπτη ἔκδοσις, ὁ φωτίζων· ἄλλη δέ τις παρὰ ταῦτα ἔκδοσις ἕκτη, ὁ διδάσκων· ὥστε ἐξ ἁπάντων τὸν σωτήριον λόγον ὑπονοεῖν.