362
Αὐτὸς γάρ ἐστιν ὁ νομοθετῶν· αὐτὸς καὶ ὁ φωτίζων καὶ ὁ διδάσκων· αὐτὸς καὶ ὁ πρώϊμος, αὐτὸς καὶ ὁ ὑποδείκτης, καθ' ἑκάστην ἐπίνοιαν τῶν ἐν αὐτῷ δυνάμεων ταύταις χρώμενος ταῖς ἐπωνυμίαις, παρ' οὗ οἱ ἐν τῇ κοιλάδι κλαίοντες, μεταλαβόντες εὐλογίας, πορεύσονται τὴν ἑαυτῶν πορείαν διανύοντες, καὶ δυναμούμενοι ὁσημέραι· ὡς ἀεὶ προκόπτειν ἐπιδιδόναι ἐκ δυνάμεως βραχυτέρας ἐπὶ δύναμιν μείζονα, καὶ ἀπὸ δόξης εἰς δόξαν, ὥς φησιν ὁ θεῖος Ἀπόστολος λέγων, τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν. Ὅθεν καὶ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Ὁδεύσουσιν ἐκ δυνάμεως εἰς δύναμιν. Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Εἰπὼν, Εὐλογίας δώσει ὁ νομοθετῶν, ἀκολούθως διδάσκει ὅπως δώσει τοῖς ἐν τῇ κοιλάδι τὰς εὐλογίας. Πῶς οὖν, φησὶ, δώσει, ἀλλ' ἢ καταξιώσας ὀφθῆναι ἐπὶ τῆς γῆς; Σφόδρα δὲ ἀκολούθως θεσπίσας ὁ λόγος ληνοὺς Θεοῦ πλείστας μέλλειν ἔσεσθαι καθ' ὅλης οἰκουμένης καὶ σκηνώματα πλεῖστα καὶ αὐλὰς πλείους, καὶ θυσιαστήρια πλεῖστα, ἐπάγει τὴν αἰτίαν, δι' ἣν ἤμελλε ταῦτα πάντα ἐπὶ γῆς συνίστασθαι. Τίς δὲ ἦν ἡ αἰτία διδάσκει λέγων· Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών· σαφῶς παρουσίαν εἰς ἀνθρώπους Θεοῦ καὶ φανέρωσιν αὐτοῦ διδά 23.1013 σκων. Θεὸς δὲ θεῶν ὁ τοῦ Θεοῦ Λόγος ὠνόμασται, νοουμένων ἡμῖν θεῶν τῶν μακαρίων καὶ θεοφιλῶν ἀνδρῶν, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο· οἷς καὶ εἴρηται· Ἐγὼ εἶπον· Θεοί ἐστε· καὶ, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· καὶ, Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Καὶ γὰρ ἐν τούτοις Θεὸς θεῶν οὐδὲ ἄλλος ἢ μόνος ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Λόγος ἀνηγόρευται· ὁ δὴ καὶ θεοὺς αὐτοὺς διὰ τῆς αὐτοῦ χορηγίας καὶ μετοχῆς τοῦ αὐτοῦ Πνεύματος ἀπεργασάμενος. Θεοὺς γὰρ εἶναί φησιν ἐκείνους, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο. Ἑξῆς δ' οὖν καὶ ὀνομαστὶ τοῦ Χριστοῦ μνημονεύει, λέγων ἐν εὐχῇ· Καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Ἀντὶ δὲ τοῦ, Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιὼν, ὁ Ἀκύλας φησὶν, Ὀφθήσεται ἰσχυρὸς Θεὸς ἐν Σιών. Τίς δ' ἂν εἴη οὗτος ὁ μέλλων ὁρατὸς καὶ ὀφθαλμοῖς θεατὸς ἔσεσθαι, διδάσκει προϊὼν καὶ λέγων· Ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Οὗτος γὰρ ἦν αὐτὸς ἐκεῖνος ὁ τοῦ Θεοῦ Λόγος, ὁ πάλαι καὶ τῷ Ἰακὼβ ἐν ἀνθρώπου σχήματι ὀφθεὶς, φήσας τε πρὸς αὐτόν· Οὐκ ἔτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Ἐφ' ᾧ καὶ ὁ θεοφιλὴς, συναισθόμενος τοῦ χρηματίζοντος αὐτοῦ Θεοῦ φησι· Εἶδον Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Αὐτὸς οὖν ἐκεῖνος ὁ Θεὸς ὁ τῷ Ἰακὼβ ὀφθεὶς αὖθις ὀφθήσεται, φησὶν, ἐν Σιὼν, διαῤῥήδην τῆς τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώπους ἐπιφανείας τοῦτον σημαινομένης τὸν τρόπον. Αὐτὸν δὴ οὖν τοῦτον τὸν Θεὸν Ἰακὼβ ἐπικαλούμενος, ἐπισπεῦσαι τὴν παρουσίαν αὐτοῦ ἱκετεύει. Ὑπερασπιστὰ ἡμῶν, ἰδὲ, ὁ Θεός. Τίνας δέ φησιν ἰδὲ, ἀλλ' ἢ τοὺς ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος καταπονουμένους; Ἐπιλέγει δὲ ἑξῆς· Καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου, εὐχόμενος ἐπιταχῆναι τὴν τοῦ Θεοῦ Λόγου εἰς τὸν Χριστὸν αὐτοῦ, ὃν ἐκ σπέρματος ∆αυῒδ ἐνεδύσατο, παρουσίαν. ∆ιὸ καὶ ὁ Ἀκύλας φησὶ, Θυρεὲ ἡμῶν, ἴδε, Θεὲ, καὶ ἐπίστρεψον πρόσωπον ἠλειμμένου σου· ὁ δὲ Σύμμαχος, Ὑπερασπιστὰ ἡμῶν, ἰδὲ, ὁ Θεὸς, καὶ πρόσβλεψον τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Ταῦτα δὲ εὔχονται οἱ τὸν πάντα ψαλμὸν λέγοντες· οὗτοι δὲ ἦσαν οἱ τοῦ Θεοῦ προφῆται, οἱ διασωθέντες ἀπὸ τῶν νοητῶν πολεμίων, καὶ μεταβαλόντες ἀπὸ πολέμου εἰς εἰρήνην, τά τε σκηνώματα τοῦ Θεοῦ λοιπὸν τῷ θείῳ Πνεύματι προορῶντες, καὶ τὰς αὐλὰς αὐτοῦ καὶ τὰ θυσιαστήρια ποθοῦντες. Οἳ καὶ παρακαλοῦσι τὸν τοῦ Θεοῦ Λόγον, τὸν ἐν τῷ καιρῷ τῶν πολέμων ὑπερασπιστὴν αὐτῶν γενόμενον, ἐπιβλέψαι ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ αὐτοῦ, ἵν', ἐπιφανέντος αὐτοῦ καὶ τὸν ἐκ σπέρματος ∆αυῒδ κατὰ σάρκα Χριστὸν