363
ἀναλαβόντος, λύσις μὲν γένηται προτέρων κακῶν τοῖς πᾶσιν, ἀγαθὰ δὲ διὰ τοῦ Χριστοῦ τὸ τῶν ἀνθρώπων διαδέξηται γένος. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Τῆς τοῦ Θεοῦ παρουσίας τὴν μίαν, τῆς ἐκ νεκρῶν ἀναστάσεως ἡμέραν, πολὺ κρείττω χιλιάδων καὶ προτιμοτέραν ὁ τὸν παρόντα ψαλμὸν λέγων ἡγεῖται. Αἰνίττεσθαι δὲ ἡγοῦμαι διὰ τῶν χιλιάδων τὸν χρόνον τῆς συστάσεως τῆς Ἱερουσαλήμ. Ἐν ὅλοις γὰρ 23.1016 χιλίοις ἔτεσι συνέστη ὁ ἐν αὐτῇ νεώς· τοσαῦτα γὰρ ἦν τὰ ἀπὸ τῆς Σολομῶντος κατασκευῆς τοῦ ναοῦ μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας, ἃ καὶ αὖθις δηλοῦσθαι ἡγοῦμαι διὰ τοῦ πθʹ ψαλμοῦ, ὃς ἐπιγέγραπται μὲν, Προσευχὴ Μωϋσέως, φησὶ καὶ προϊὼν, Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡσεὶ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Τῆς οὖν χιλιάδος ἐκείνης ἡ μία ἡμέρα τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν προκριτέα καὶ προτιμοτέρα τυγχάνει τῷ ταύτης ἐπιθυμητῇ γενομένῳ. ∆ιὸ εὔχεται ταχῦναι τὴν παρουσίαν αὐτοῦ λέγων· Ἰδὲ, ὁ Θεὸς, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ σου, ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Οὐ πάντως δὲ πληθυντικῶς ἀκουστέον τῶν χιλιάδων· παρὰ γὰρ Ἑβραίοις αὕτη ἡ λέξις μίαν χιλιάδα σημαίνει, ὡς παντὶ τῷ ἐπιστήσαντι δῆλον ἔσται. Καὶ ἐπειδήπερ ἡ μία ἡμέρα προτιμοτέρα ἐστὶ τῆς χιλιάδος ἐν ταῖς αὐλαῖς ταῖς καθ' ὅλης τῆς οἰκουμένης, διὰ τῆς θεοφανείας τοῦ προφητευομένου Θεοῦ, ἱδρυθείσαις· διὰ τοῦτο καὶ ἀνωτέρω ἔλεγεν· Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Καὶ πάλιν ἐπειδήπερ ἀνωτέρω ἔλεγε τὸ, Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε· τούτῳ πιστεύων καὶ ἀκριβῶς πεπεισμένος ἀληθῆ εἶναι τὸν λόγον, διὰ τοῦτό φημι· Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον· ἵν' ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ὢν, δύνωμαι εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνεῖν τὸν Θεόν. Μᾶλλον δὲ ἐξελεξάμην ὥσπερ τὴν μίαν ἡμέραν ὑπὲρ τὴν χιλιάδα, οὕτω τὸν οἶκον τοῦ Θεοῦ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, μᾶλλον ἢ οἰκεῖν ἐν πολλοῖς σκηνώμασι τῶν ἁμαρτωλῶν. Μιμήματα γὰρ τῶν σκηνωμάτων τοῦ Θεοῦ καὶ οἱ ἁμαρτωλοὶ ἑαυτοὺς κατεσκεύασαν· ἀλλὰ τὰ μὲν τοῦ Θεοῦ ἀγαπητὰ τυγχάνει, μίσους δὲ ἄξια τὰ τῶν ἁμαρτωλῶν. Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεὸς, χάριν καὶ δόξαν δώσει Κύριος. Ἀντὶ τοῦ, Ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος, ὁ Ἀκύλας φησὶν, Ὅτι ἔλεος καὶ θυρεὸς Κύριος ὁ Θεός· καὶ ἡ πέμπτη ἔκδοσις, Ὅτι ἥλιος καὶ σκεπαστὴς Κύριος ὁ Θεός· καὶ ὁ Σύμμαχος δὲ τούτοις συμφώνως, Ὅτι ἥλιον, ὠνόμασε. ∆ιὰ τοῦτο γὰρ, φησὶν, ἐκείνη ἡ μία ἡμέρα κρείσσων ἐστὶ χιλιάδων, ἐπειδήπερ αὐτὸς ὁ Κύριος ὁ τοῦ Θεοῦ Λόγος ἥλιος τυγχάνει τῆς ἡμέρας ἐκείνης. Τοῦτον δὲ καὶ ὁ προφήτης τὸν ἥλιον ᾐνίττετο φήσας· Τοῖς δὲ φοβουμένοις με ἀνατεῖλε Ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Τὸν αὐτὸν δὲ ἐδήλου καὶ ὁ εἰπών· Καὶ δύσεται ὁ Ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου· γυμνότερον δὲ ὁ Ἡσαΐας, Οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς τῆς ἡμέρας, φησὶν, ἀλλ' ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου. Τοιοῦτος δὲ ἥλιος ὢν ὁ Κύριος, χάριν καὶ δόξαν καὶ ἔτι μεῖζον καὶ κρεῖττον, ἄῤῥητόν τε καὶ ἀπόῤῥητον ἀγαθὸν δώσει τοῖς πορευομένοις ἐν ἀκακίᾳ· ἢ κατὰ τὸν Σύμμαχον, Τοῖς ὁδεύουσιν ἐν τε 23.1017 λειότητι. ∆ιὰ τοῦτο πιστεύων τοῖς εἰρημένοις, καὶ ἀκριβῶς ἐμαυτὸν πείσας ἀληθεῖς εἶναι τοὺς περὶ τούτων λόγους, τέλος τοῦ παντὸς λόγου φημί· Κύριε τῶν δυνάμεων, μακάριος ὁ ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ. Πᾶς γὰρ ὁ ἄλλως παρὰ τοῖς πολλοῖς μακαριζόμενος πεπλανημένως ἂν μακαρίζοιτο. Μόνος δὲ, εἰ χρὴ τἀληθῆ φάναι, μακάριος διὰ τὰ προλελεγμένα, ὡς ἂν πάντων τῶν ἀγαθῶν ἔμπλεος, ὅ σοι μόνῳ ἑαυτὸν ἀναρτήσας, καὶ πάσας ἑαυτοῦ τὰς ἐλπίδας ταῖς παρὰ σοὶ ἐπαγγελίαις ἀναθείς. Ἤδη δὲ τρίτον ἐν τῷ παρόντι ψαλμῷ μακαρίσας ὁ λόγος τοὺς ἐμφερομένους ἐν