364
αὐτῷ, οὐδαμῶς τοῦ Ἰουδαίων ἔθνους, οὐδὲ τοῦ Ἰσραὴλ ἐμνημόνευσεν, οὐδὲ τοὺς τὰ Μωϋσέως δι' ἔργων ἀποπληροῦντας ἐμακάρισεν· ἀλλὰ πρῶτον μὲν καθόλου τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· δεύτερον πάντα ἄνδρα οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ Κυρίου· καὶ ἐπὶ τέλει τοῦ παντὸς λόγου ἀορίστως καὶ καθολικῶς πάντα ἄνθρωπον τὸν ἐλπίζοντα ἐπὶ Κύριον. Χρῆν γὰρ ἐπιφανείας Θεοῦ καὶ Χριστοῦ παρουσίας εἰς ἀνθρώπους καταγγελλομένης μὴ Ἰουδαίοις μόνον ἀλλὰ καὶ πᾶσι τοῖς ἀνθρώποις τοὺς παρὰ τῷ Θεῷ μακαρισμοὺς ἀναγγελίζεσθαι. ΕΙΣ ΤΕΛΟΣ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΨΑΛΜΟΣ. Π∆ʹ. Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀκολούθως τῷ πρὸ τούτου ψαλμῷ μετὰ τὴν ἐν ἐκείνῳ θεσπισθεῖσαν θεοφάνειαν ἐν τῷ μετὰ χεῖρας κακῶν ἀπαλλαγὴ προφητεύεται, καὶ λύτρωσις μὲν αἰχμαλωσίας, συγχώρησις δὲ καὶ ἄφεσις ἁμαρτημάτων. Εἵπετο γὰρ ταῦτα τῇ τοῦ Θεοῦ εἰς ἀνθρώπους παρουσίᾳ, καὶ τοῖς λοιποῖς τοῖς ἐπὶ τῷ πρὸ τούτου ψαλμῷ δεδηλωμένοις. Ἐπειδὴ γὰρ ἐν ἐκείνῳ σκηνώματα Θεοῦ πλεῖστα καὶ αὐλαὶ καὶ θυσιαστήρια ἐπὶ τῆς γῆς ἐθεσπίζετο συστήσεσθαι, καὶ τὸ τούτων αἴτιον Θεὸς ἦν μέλλων ἐπὶ γῆς φαίνεσθαι, καὶ ὀνομαστὶ Χριστὸς ἦν ἐπιβλεπόμενος· ἐλέγετο γοῦν· Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών· καὶ πάλιν· Ἐπίφανον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου· εἰκότως ἐν τῷ προκειμένῳ ψαλμῷ τὰ μέλλοντα ἔσεσθαι καθ' ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης προαναφωνεῖται. Ἃ δὴ καὶ πεπλήρωται ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας, καθ' ἣν εὐδόκησεν ὁ Θεὸς καταξιώσας αὐτὴν τῆς ἐπιβάσεως τοῦ Χριστοῦ αὐτοῦ. Πάλαι μὲν γὰρ εἴρητο τῷ πρωτοπλάστῳ· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ, Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· καὶ ἄλλος προφητῶν ἔλεγεν· Ἀρὰ καὶ φόνος καὶ ψεῦδος, καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· καὶ αἵματα ἐφ' αἵμασι μίσγουσιν· Ὡς δὲ ἐπεδήμει τῇ γῇ ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τὸ ἀπὸ γῆς σῶμα ἀνελάμβανε· μεταβολὴ προτέρων ἐγίγνετο κακῶν, καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον ἀντὶ τῆς προτέρας ἀρᾶς εὐλογίας Θεοῦ μετελάμβανεν, ἐκκλησίαι τε καὶ οἶκοι τῷ Θεῷ προσευκτήριοι καθ' ὅλης τῆς οἰκουμένης συνίσταντο. ∆ιὸ νῦν μὲν λέλεκται· Εὐδόκησας, Κύριε, τὴν γῆν σου· ἐν ἑτέροις δὲ, Κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ, καὶ πάλιν· Ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Εἰκότως οὖν καὶ αὐτοῦ λέλεκται τοῦ Κυρίου ἡ γῆ κατὰ τὸ, Εὐδόκησας, Κύριε, τὴν γῆν σου. Οὐ μόνον γὰρ κτίσμα αὐτοῦ καὶ ποίημα, ἀλλὰ καὶ κτῆμα γέγονε διὰ τὰ λελεγμένα. 23.1020 Πῶς δὲ εἴρηται τὸ, Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ, νοήσεις ἐκ τῆς σωτηρίου φωνῆς, δι' ἧς τὴν φήσασαν τοῦ Ἡσαΐου προφητείαν, Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀναγνοὺς ἐπήγαγε, Σήμερον πεπλήρωται ἡ προφητεία αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν, διδάσκων εἰς ἑαυτὸν πληροῦσθαι τὸ λόγιον. Ὅτι δὴ αὐτὸς ἦν ὁ Σωτὴρ καὶ λυτρωτὴς τῶν ἀνθρωπίνων ψυχῶν, ἃς ἀπὸ τῆς πικρᾶς δουλείας τῆς πολυθέου πλάνης καὶ τῆς δαιμονικῆς ἐνεργείας ἠλευθέρου, λύσας αὐτῶν τὰς σειρὰς τῶν ἁμαρτιῶν. Ὃ δὴ καὶ αὐτὸ παρίσταται διὰ τοῦ προκειμένου ψαλμοῦ φάσκοντος· Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Ἀνομίας δὲ ἀφιεμένας καὶ καλυπτομένας οἶδε καὶ ἀλλαχοῦ ὁ φάσκων λόγος· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐκαλύφθησαν αἱ ἁμαρτίαι· Σημαίνει δὲ διὰ τούτων τὸ Πνεῦμα τὴν ὑπὸ τοῦ Σωτῆρος δεδωρημένην ἄφεσιν τῶν προτέρων ἁμαρτημάτων τοῖς ἀπὸ τῆς νοητῆς τῶν ψυχῶν αἰχμαλωσίας λελυτρωμένοις· οἷς, εἰ μετὰ τὴν ἄφεσιν πάλιν ἁμάρτοιεν, οὐκέτι δευτέραν ἄφεσιν, ἀλλ' ἐπικάλυψιν ἁμαρτιῶν παρέχει. ∆ιὰ γὰρ δευτέρων κατορθωμάτων καλύπτειν τὰ προημαρτημένα